XI.
Ἐκπλαγεὶς δ’ ἐπὶ τούτοις ὁ τούτων ἐξάρχων, ἐπειδὴ τῆς παρὰ τῶν [οἰκείων] βοηθείας γυμνωθέντα συνεῖδεν ἑαυτόν, φροῦδόν τ’ ἦν αὐτῷ τὸ πολὺ πλῆθος τῆς συνειλεγμένης αὐτῷ στρατιᾶς τε καὶ συμμαχίας, ἥ τε ὧν ᾤετο θεῶν ἐλπὶς τὸ μηθὲν οὖσα πείρᾳ διηλέγχετο, τηνικαῦτα δρασμὸν αἴσχιστον ὑπομένει· φεύγων δῆτα σὺν βραχέσιν ἐπὶ τὰ εἴσω τῆς ὑπηκόου διέβαινεν ἐν ἀσφαλεῖ τ’ ἐγίγνετο, τοῦ θεοφιλοῦς μὴ κατὰ πόδας διώκειν τοῖς οἰκείοις ἐγκελευομένου, ὡς ἂν τύχοι σωτηρίας ὁ φεύγων. ἤλπιζε γάρ ποτε αὐτόν, συναισθόμενον οἷ κακῶν [ἴοι], λῆξαι μὲν τῆς μανιώδους θρασύτητος, ἐπὶ τὸν κρείττονα δὲ λογισμὸν μεταβαλεῖσθαι τὴν γνώμην. ἀλλ’ ὁ μὲν φιλανθρωπίας ὑπερβολῇ ταῦτα διενοεῖτο ἀνεξικακεῖν τ’ ἤθελεν καὶ νέμειν τῷ μὴ ἀξίῳ συγγνώμην, ὁ δ’ οὐκ ἀπείχετο μοχθηρίας, κακὰ δ’ ἐπὶ κακοῖς σωρεύων χειρόνων ἥπτετο τολμημάτων, καὶ δὴ πάλιν γοήτων κακοτέχνοις ἐπιτηδεύμασιν ἐγχειρῶν ἐθρασύνετο· ἦν δὲ καὶ ἐπ’ αὐτῷ, ὡς ἄρα «ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτοῦ» παλαιῷ τυράννῳ παραπλησίως, φάναι.