Edition
Masquer
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
ιηʹ.
Περὶ Εὐλογίου καὶ Πρωτογένους τῶν Ἐδεσσηνῶν πρεσβυτέρων.
Ἐπειδὴ δὲ σιγῶντες εἱστήκεισαν ἅπαντες, πρὸς τὸν τούτων ἡγούμενον (Εὐλόγιος δὲ ἦν, ἀνὴρ ἀξιέπαινος,) εἶπεν ὁ ὕπαρχος· « Τί δή ποτε οὐκ ἀποκρίνῃ πρὸς τὰ παρ´ ἡμῶν εἰρημένα;» ὁ δέ· « Οὐκ ᾠήθην», ἔφη, «χρῆναι μηδὲν ἐρωτηθεὶς ἀποκρίνεσθαι». « Καὶ μήν», ὁ ὕπαρχος ἔφη, « πολλοὺς διεξελήλυθα λόγους παραινῶν ὑμῖν τὰ συνοίσοντα». Ὁ δὲ Εὐλόγιος πρὸς ἅπαντας ἔφη ἐκεῖνα εἰρῆσθαι, καὶ ἄτοπον ὑπειληφέναι τοὺς ἄλλους παρωσάμενον ἀποκρίνασθαι. « Εἰ δὲ ἐμὲ μόνον ἔροιο, τὴν γνώμην δηλώσω τὴν ἐμαυτοῦ». «Τοιγάρτοι», ἔφη ὁ ὕπαρχος, «κοινώνησον τῷ βασιλεῖ». Ὁ δὲ εἰρωνικῶς τε καὶ μάλα χαριέντως· « Προσφέρει γάρ», ἔφη, «καὶ μετὰ τῆς βασιλείας καὶ τῆς ἱερωσύνης μετέλαχεν; » ὁ δὲ ὕπαρχος τῆς εἰρωνείας αἰσθόμενος ἐχαλέπηνε, καὶ λοιδορίαις κατὰ τοῦ πρεσβύτου χρησάμενος καὶ ταῦτα προστέθεικεν· »οὐ τοῦτο εἶπον, ἐμβρόντητε, ἀλλ´ οἷς κοινωνεῖ ὁ βασιλεύς, κοινωνῆσαι ὑμῖν παρῄνεσα«. Ἐπειδὴ δὲ εἶπεν ὁ πρεσβύτης καὶ ποιμένα ἔχειν καὶ τοῖς ἐκείνου νεύμασιν ἕπεσθαι, ὀγδοήκοντα κατὰ ταὐτὸν συλλαβὼν εἰς τὴν Θρᾴκην ἐξέπεμψεν. Ἀπαγόμενοι δὲ θεραπείας ἀπήλαυον ὅτι μάλιστα πλείστης· καὶ πόλεις γὰρ ὑπήντων καὶ κῶμαι, γεραίρουσαι τοὺς νικηφόρους ἀγωνιστάς. Ἀλλ´ ὁ φθόνος τοὺς ἀντιπάλους ὁπλίσας φάναι τῷ βασιλεῖ παρεσκεύασεν, ὡς τιμὴν παμπόλλην τοῖς ἀνδράσιν ἐκείνοις ἡ νομισθεῖσα προὐξένησεν ἀτιμία. Ταῦτα μαθὼν ὁ Βάλης ἀνὰ δύο διαιρεθῆναι προσέταξε, καὶ τοὺς μὲν εἰς τὴν Θρᾴκην, τοὺς δὲ εἰς τὰς τῆς Ἀραβίας ἐσχατιάς, ἄλλους δὲ εἰς τὰς τῆς Θηβαΐδος διασπαρῆναι πολίχνας. Φασὶ δὲ καὶ οὓς ἡ φύσις συνέζευξε διαζεῦξαι τοὺς ὠμοτάτους, καὶ ἀδελφοὺς ὄντας ἀπ´ ἀλλήλων χωρίσαι. Εὐλόγιον δὲ τὸν τῶν ἄλλων ἡγούμενον καὶ Πρωτογένην τὸν μετ´ ἐκεῖνον εἰς Ἀντινὼ τὴν Θηβαίων ἐξέπεμψεν.
Ἐγὼ δὲ οὐδὲ τὴν τούτων ἀρετὴν παραδώσω τῇ λήθῃ. Ἐπειδὴ γὰρ ὁμογνώμονα τὸν τῆς πόλεως εὑρόντες ἐπίσκοπον τῶν ἐκκλησιαστικῶν ἐκοινώνουν συλλόγων, μάλα δὲ ὀλίγους εἶδον συναθροιζομένους, καὶ πυθόμενοι ἔγνωσαν Ἕλληνας εἶναι τοὺς τὴν πόλιν οἰκοῦντας, ἤλγησαν μὲν ὡς εἰκὸς καὶ τὴν ἀπιστίαν ἐθρήνησαν· οὐ μὴν ἀποχρῆναι ἐνόμισαν τὸ θρηνεῖν, ἀλλ´ εἰς δύναμιν τῆς τούτων ἰατρείας ἐπεμελήθησαν. Ὁ μὲν γὰρ θεῖος Εὐλόγιος, ἐν οἰκίσκῳ καθειργμένος, πανημέριον καὶ παννύχιον τὸν τῶν ὅλων ἠντιβόλει θεόν. Πρωτογένης δὲ ὁ ἀξιάγαστος, τὰ Εὐνομίου γράμματα πεπαιδευμένος καὶ γράφειν εἰς τάχος ἠσκημένος, τόπον εὑρὼν ἐπιτήδειον καὶ τοῦτον διδασκαλεῖον καὶ παιδαγωγεῖον ἀποφήνας, μειρακίων κατέστη διδάσκαλος, καὶ κατὰ ταὐτὸν γράφειν τε εἰς τάχος ἐδίδασκε καὶ τὰ θεῖα ἐξεπαίδευε λόγια. Δαυϊτικάς τε γὰρ αὐτοῖς ὑπηγόρευε μελῳδίας καὶ τῆς ἀποστολικῆς διδασκαλίας ἐκμανθάνειν τὰ πρόσφορα παρεσκεύαζεν. ἑνὸς δὲ τῶν μειρακίων νόσῳ περιπεσόντος, ἀφίκετό τε εἰς τὴν οἰκίαν καὶ τῆς δεξιᾶς τοῦ νοσοῦντος ἁψάμενος προσευχῇ τὴν νόσον ἐξήλασε. Τοῦτο μεμαθηκότες οἱ τῶν ἄλλων παίδων πατέρες ἦγόν τε αὐτὸν εἰς τὰς οἰκίας καὶ τοῖς ἀρρωστοῦσιν ἐπικουρεῖν ἠντιβόλουν. Ὁ δὲ οὐ πρότερον ἔφη τὸν θεὸν ἱκετεύσειν ἀπελάσαι τὴν νόσον, πρὶν ἀξιωθῆναι τὸν ἄρρωστον τῆς τοῦ βαπτίσματος δωρεᾶς. Οἱ δὲ προθύμως ὑπήκουον (κατήπειγε γὰρ αὐτοὺς τῆς ὑγείας ὁ πόθος), καὶ κατὰ ταὐτὸν ψυχῆς τε καὶ σώματος τὴν ὑγείαν ἐδρέποντο. Εἰ δέ ποτέ τινα τῶν ἐρρωμένων ἔπεισε τῆς θείας μεταλαχεῖν χάριτος, ἀπῆγε τοῦτον πρὸς τὸν Εὐλόγιον, καὶ πατάσσων τὴν θύραν ἀνοῖξαι παρεκάλει καὶ τὴν δεσποτικὴν ἐπιθεῖναι τῷ θηρευθέντι σφραγίδα. Ἐκείνου δὲ δυσχεραίνοντος ὡς διακοπτομένης τῆς προσευχῆς, οὗτος ἔλεγεν ἀναγκαιοτέραν εἶναι τῶν πλανωμένων τὴν σωτηρίαν. Ἐθαύμαζον δὲ ἅπαντες τὸν Πρωτογένην, θεώμενοι τοιαῦτα μὲν θαυματουργοῦντα, τοσούτοις δὲ τοῦ τῆς θεογνωσίας μεταδιδόντα φωτός, καὶ τῷ Εὐλογίῳ τῶν πρωτείων παραχωροῦντα καὶ τοὺς ἀγρευομένους ἐκείνῳ προσάγοντα. Ἐτόπαζον δὴ οὖν εἰκότως πολλῷ πλείονα εἶναι τὴν ἐκείνου καὶ ὑπερτέραν ἀρετήν. Ἐπειδὴ δὲ τοῦ κλύδωνος παυσαμένου καὶ καθαρᾶς γενομένης γαλήνης ἐπανελθεῖν προσετάχθησαν, προὔπεμψαν αὐτοὺς ἅπαντες ὀλοφυρόμενοι καὶ δακρύοντες, οὐχ ἥκιστα δὲ ὁ τῆς ἐκκλησίας ἡγούμενος, τῆς ἐκείνων γεωργίας ἐστερημένος. Ἐπειδὴ δὲ τὴν ἐνεγκοῦσαν κατέλαβον, ὁ μὲν θεῖος Εὐλόγιος, Βάρσου τοῦ μεγάλου μεταστάντος εἰς τὸν ἄλυπον βίον, τῆς ὑπ´ ἐκείνου κυβερνωμένης ἐκκλησίας ἐπιστεύθη τοὺς οἴακας· ὁ δὲ ἀξιάγαστος Πρωτογένης γεωργεῖν ἐτάχθη τὰς Κάρρας, πόλιν κεχερσωμένην καὶ ἀκανθῶν Ἑλληνικῶν πεπληρωμένην καὶ πολλῆς δεομένην φιλοπονίας. Ταῦτα μὲν οὖν μετὰ τὴν τῶν ἐκκλησιῶν εἰρήνην ἐγένετο.
Traduction
Masquer
The Ecclesiastical History of Theodoret (CCEL)
Chapter XXXI. Of Isaac the monk of Constantinople and Bretanio the Scythian Bishop.
1 It is related that Isaac, who lived as a solitary at Constantinople, when he saw Valens marching out with his troops, cried aloud, “Whither goest thou, O emperor? To fight against God, instead of having Him as thy ally? ’Tis God himself who has roused the barbarians against thee, because thou hast stirred many tongues to blasphemy against Him and hast driven His worshippers from their sacred abodes. Cease then thy campaigning and stop the war. Give back to the flocks their excellent shepherds and thou shalt win victory without trouble, but if thou fightest without so doing thou shalt learn by experience how hard it is to kick against the pricks. 2 Thou shalt never come back and shalt destroy thy army.” Then in a passion the emperor rejoined, “I shall come back; and I will kill thee, and so exact punishment for thy lying prophecy.” But Isaac undismayed by the threat exclaimed, “If what I say be proved false, kill me.”
Bretanio, a man distinguished by various virtues, and entrusted with the episcopal government of all the cities of Scythia, fired his soul with enthusiasm, and protested against the corruption of doctrines, and the emperor’s lawless attacks upon the saints, crying in the words of the godly David, “I spoke of thy testimonies also before Kings and was not ashamed.” 3