Edition
Masquer
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
ηʹ.
Περὶ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου.
Κατ' ἐκεῖνον δὲ τὸν χρόνον ὁ τὴν Ναζιανζὸν τὰ τελευταῖα ποιμάνας ἐν Κωνσταντινουπόλει διέτριβε, ταῖς Ἀρειανικαῖς ἀντιτατ τόμενος βλασφημίαις· καὶ τόν τε θεῖον λαὸν ταῖς εὐαγγελικαῖς ἄρδων διδασκαλίαις τούς τε τῆς ποίμνης ἔξω πλανωμένους ἀγρεύων καὶ τῆς ὀλεθρίου πόας ἐλευθερῶν, οὕτω τὴν ποίμνην ἐκείνην ἐξ ὀλίγης μεγάλην ἀπέφηνε. Τοῦτον ἰδὼν ὁ θεῖος Μελέτιος καὶ τῶν τὸν κανόνα γεγραφότων τὸν σκοπὸν ἐπιστάμενος (τὰς γὰρ τῆς φιλαρχίας ἀφορμὰς περικόπτοντες ἐκώλυσαν τὴν μετάθεσιν), ἐβεβαίωσε τῷ θειοτάτῳ Γρηγορίῳ τὴν τῆς Κωνσταντινουπόλεως προεδρίαν. Ὀλίγου δὲ διελθόντος χρόνου, ὁ μὲν θεῖος Μελέτιος εἰς τὴν ἄλυπον μετέστη ζωήν, ὑπὸ πάντων τῶν λόγου μετειληχότων ταῖς ἐπιταφίοις ταινιωθεὶς εὐφημίαις. Τιμόθεος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ὃς Πέτρον διεδέξατο τὸν τῆς Ἀθανασίου προεδρίας κληρονόμον γενόμενον, ἀντὶ τοῦ θαυμασίου Γρηγορίου Μάξιμόν τινα κεχειροτόνηκε κυνικόν, εὐθὺς αὐτοῦ τὰς κυνικὰς ἀποκείρας τρίχας· καὶ τῆς Ἀπολι ναρίου δὲ τερθρείας ἀνάπλεως οὗτος ἦν. Ἀλλ' οὐκ ἤνεγκαν τοῦ γεγενημένου τὴν ἀτοπίαν οἱ τηνικαῦτα συνειλεγμένοι. Ἦσαν δὲ ἄνδρες ἀξιάγαστοι καὶ ζήλου θείου καὶ σοφίας ἀνάπλεοι· Ἑλλάδιος μὲν ὁ τῆς τοῦ μεγάλου Βασιλείου προεδρίας διάδοχος, Γρηγόριος δὲ καὶ Πέτρος οἱ τοὺς αὐτοὺς Βασιλείῳ πατέρας αὐχήσαντες· Ἀμφιλόχιος δὲ Λυκαόνων ἡγεῖτο καὶ Πισιδῶν Ὄπτιμος καὶ Κιλίκων Διόδωρος. Παρῆν δὲ καὶ Πελάγιος ὁ Λαοδικείας καὶ Εὐλόγιος ὁ Ἐδέσσης καὶ Ἀκάκιος καὶ Ἰσίδωρος ὁ ἡμέτερος καὶ Κύριλλοςὁ τῶν Ἱεροσολύμων, καὶ Γελάσιος ὁ Καισαρείας τῆς Παλαιστίνης, λόγῳ καὶ βίῳ κοσμούμενος, καὶ ἕτεροι πλεῖστοι τῆς ἀρετῆς ἀθληταί. Τότε δὴ οὖν οὗτοι πάντες τῶν Αἰγυπτίων σφὰς αὐτοὺς ἀποκρίναντες, σὺν τῷ μεγάλῳ Γρηγορίῳ τὰς πανηγύρεις ἐπετέλουν τὰς θείας. Ὁ δὲ θεῖος παρεκάλει Γρηγόριος συμφωνίας πέρι συνηθροισμένους τὴν πρὸς ἀλλήλους ὁμόνοιαν προτιμῆσαι τῆς ἑνὸς ἀνδρὸς ἀδικίας.
" Ἐγώ τε γάρ", ἔφη, "τῶν πλειόνων φροντίδων ἀπαλλαγεὶς τὴν ἐμοὶ φίλην ἀπολήψομαι ἡσυχίαν, καὶ ὑμεῖς τὴν τριπόθητον εἰρήνην μετὰ τὸν μακρὸν ἐκεῖνον καὶ χαλεπὸν ἀπολήψεσθε πόλεμον. Τῶν γὰρ λίαν ἀτοπωτάτων ἄρτι τῶν πολεμικῶν ἀπαλλαγέντας βελῶν ἀλλήλους βάλλειν καὶ τὴν οἰκείαν ἀναλίσκειν ἰσχύν· ἐπίχαρτοι γὰρ οὕτω τοῖς δυσμενέσιν ἐσόμεθα. Ἄνδρα δὴ οὖν ἐπιζητήσαντες ἀξιέπαινον καὶ νοῦν ἔχοντα, τῶν φροντίδων τὸ πλῆθος καὶ δέξασθαι καὶ εὖ δια θεῖναι δυνάμενον, ἀρχιερέα προβάλλεσθε."
ταύταις οἱ ἄριστοι ποι μένες ταῖς ὑποθήκαις πεισθέντες, Νεκτάριον, εὐπατρίδην ἄνδρα καὶ περιφανείᾳ γένους κοσμούμενον καὶ τοῖς τῆς ἀρετῆς εἴδεσι λαμπρυνόμενον, ἐπίσκοπον τῆς μεγίστης ἐκείνης ἐχειροτόνησαν πόλεως· τὸν δὲ Μάξιμον, ὡς τῆς Ἀπολιναρίου φρενοβλαβείας μετειληχότα, τῆς ἀρχιερατικῆς ἀξίας γυμνώσαντες ἀπεκήρυξαν. Καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας. Τοῦ δὲ ἐπιγενομένου θέρους εἰς ἐκείνην αὖθις τὴν πόλιν οἱ πλεῖστοι τούτων παραγενόμενοι (ἐκκλησιαστικαὶ γὰρ αὐτοὺς πάλιν συνεκάλεσαν χρεῖαι) συνοδικὴν ἐπιστολὴν τῶν τῆς Ἑσπέρας ἐπισκό πων ἐδέξαντο εἰς τὴν Ῥώμην αὐτοὺς ἀφικέσθαι προτρέπουσαν, ὡς συνόδου μεγίστης αὐτόθι συγκροτουμένης. Ἀλλὰ τὴν μὲν ἀποδημίαν παρῃτήσαντο, ὡς οὐδὲν ἔχουσαν κέρδος· ἐπέστειλαν δὲ τόν τε κλύδωνα τὸν κατὰ τῶν ἐκκλησιῶν ἐπαναστάντα σημαίνοντες καὶ τὴν γεγενημένην αὐτῶν ἀμέλειαν αἰνιττόμενοι, ἐν κεφαλαίῳ δὲ καὶ τὸ ἀποστολικὸν τοῖς γράμμασιν ἐνέθηκαν φρόνημα. Σαφέστερον δὲ τὴν τῶν γεγραφότων ἀνδρείαν τε καὶ σοφίαν αὐτὰ δηλώσει τὰ γράμματα.
Traduction
Masquer
The Ecclesiastical History of Theodoret (CCEL)
Chapter XXV. Of the death of the Emperor Theodosius.
P. 151 1After this victory Theodosius fell sick and divided his empire between his sons, assigning to the elder the sovereignty which he had wielded himself and to the younger the throne of Europe. 2
He charged both to hold fast to the true religion, “for by its means,” said he, “peace is preserved, war is stopped, foes are routed, trophies are set up and victory is proclaimed.” After giving this charge to his sons he died, leaving behind him imperishable fame.
His successors in the empire were also inheritors of his piety.
-
Theodosius died of dropsy at Milan, Jan. 17, 395. “The character of Theodosius is one of the most perplexing in history. The church historians have hardly a word of blame for him except in the matter of the massacre of Thessalonica, and that seems to be almost atoned for in their eyes by its perpetrator’s penitent submission to ecclesiastical censure. On the other hand the heathen historians, represented by Zosimus, condemn in the most unmeasured terms his insolence, his love of pleasure, his pride, and hint at the scandalous immorality of his life.” “It is the fashion to call him the Great, and we may admit that he has as good a right to that title as Lewis XIV., a monarch whom in some respects he pretty closely resembles. But it seems to me that it would be safer to withhold this title from both sovereigns, and to call them not the Great, but the Magnificent.” Hodgkin, Dynasty of Theodosius. 133. The great champion of orthodoxy, he was no violent persecutor, and received at his death from a grateful paganism the official honours of apotheosis. ↩
-
Arcadius was now eighteen, and Honorius eleven. Arcadius reigned at Constantinople, the puppet of Rufinus, the Eunuch Eutropius, and his Empress, Eudoxia. Honorius was established at Milan, till the approach of Alaric drove him to Ravenna. (402.) ↩