ιςʹ.
Περὶ τοῦ ἁγίου Βάρσου τοῦ ἐπισκόπου Ἐδέσσης καὶ τῶν σὺν αὐτῷ ἐξορισθέντων κληρικῶν.
Βάρσην δέ, οὗ καὶ νῦν πολὺ τὸ κλέος οὐκ ἐν Ἐδέσσῃ μόνον ἣν ἴθυνε καὶ ταῖς ταύτης πλησιοχώροις πόλεσιν, ἀλλὰ καὶ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ καὶ Θηβαΐδι (ταῦτα γὰρ πάντα διελήλυθε τὰ ἔθνη διὰ τὴν τῆς ἀρετῆς περιφερόμενος λαμπηδόνα), πρῶτον μὲν αὐτὸν ὁ Βάλης Ἄραδον οἰκεῖν τὴν νῆσον προσέταξεν· ἐπειδὴ δὲ ἔγνω μυρία πάντοθεν πρὸς αὐτὸν συρρέοντα πλήθη (ἀποστολικῆς γὰρ χάριτος ἀνάπλεως ὢν λόγῳ τὰς νόσους ἐξήλαυνεν), εἰς Ὀξύρυγχον αὐτὸν τὴν Αἰγυπτίαν ἐξέπεμψε πόλιν. Ὡς δὲ κἀκεῖ τὸ τούτου κλέος συνήγειρεν ἅπαντας, εἰς φρούριον ἔσχατον τοῖς ἐκεῖ γειτονεῦον βαρβάροις (Φηνὼ δὲ τούτῳ ὄνομα) ὁ τῶν οὐρανῶν ἄξιος ἀπήχθη πρεσβύτης. Ἐν δὲ τῇ Ἀράδῳ φασὶ τὴν ἐκείνου μέχρι καὶ τήμερον μεμενηκέναι κλίνην, πλείστης ἀξιουμένην τιμῆς. Πολλοὶ γὰρ τῶν ἀρρωστούντων ἐπ´ ἐκείνης κατακλινόμενοι τὴν ὑγείαν διὰ τῆς πίστεως δρέπονται.