ιζʹ.
Περὶ τοῦ ἐν Ἐδέσσῃ γενομένου διωγμοῦ.
Πάλιν τοίνυν ὁ Βάλης, τὴν ποίμνην τοῦ ποιμένος γυμνώσας, λύκον ἀντὶ ποιμένος ἐπέστησεν. Ἐπειδὴ δὲ ἅπαντες τὴν πόλιν καταλιπόντες πρὸ τοῦ ἄστεως συνηθροίζοντο, ἀφίκετο μὲν αὐτὸς εἰς τὴν Ἔδεσσαν, τῷ δὲ ὑπάρχῳ προσέταξε (Μόδεστος δὲ τηνικαῦτα ἦν) τούς τε ὑπ´ αὐτὸν στρατιώτας ἀθροῖσαι οἳ τὰς εἰσφορὰς εἰσπράττειν εἰώθασι, καὶ τῆς ὁπλιτικῆς δυνάμεως τοὺς παρόντας παραλαβεῖν καὶ τὸ συναθροιζόμενον σκεδάσαι πλῆθος, καὶ ῥάβδοις παίοντας καὶ ῥοπάλοις καὶ τοῖς ἄλλοις πολεμικοῖς ὀργάνοις εἰ δεήσοι χρωμένους. Ὑπὸ τὴν ἕω τοίνυν ὁ ὕπαρχος τὸ κελευόμενον ἔδρα. Διιὼν δὲ τὴν ἀγορὰν εἶδε γύναιον βρέφος φέρον ἐν ταῖς χερσὶ καὶ μάλα γε ἐπειγόμενον· καὶ γὰρ καὶ τὴν τῶν ἡγουμένων διέκοψε τάξιν, πάντων ἐκείνων καταφρονήσασα. ψυχὴ γὰρ ὑπὸ θείου ζήλου πυρπολουμένη οὐδὲν ἀνθρώπινον εἰσδέχεται δέος, ἀλλὰ τὰ τοιαῦτα δείματα γέλωτα νομίζει καὶ παιδιάν. Τότε δὴ ταύτην ὁ ὕπαρχος θεασάμενος καὶ συνεὶς τὸ γιγνόμενον, ἤγαγέ τε καὶ ἤρετο ὅποι βαδίζοι. Ἡ δέ· »μεμάθηκα«, ἔφη, »τὰς κατὰ τῶν θείων θεραπόντων τυρευθείσας ἐπιβουλὰς καὶ θέλω τοὺς ὁμοπίστους καταλαβεῖν, ὀριγνωμένη ἵνα σὺν ἐκείνοις δέξωμαι τὰς ὑφ´ ὑμῶν ἐπιφερομένας σφαγάς«. »τὸ δὲ βρέφος«, ἔφη ὁ ὕπαρχος, »τί δή ποτε φέρεις;« ἡ δὲ ἔφη· »ἵνα καὶ τοῦτό μοι τῆς ἀξιεράστου τελευτῆς κοινωνήσῃ«. Ταῦτα ὁ ὕπαρχος παρὰ τῆς ἀνθρώπου μαθὼν καὶ διὰ ταύτης τὴν ἁπάντων ἐγνωκὼς προθυμίαν, ἀπήγγειλέ τε τῷ βασιλεῖ καὶ τὸν ἐσόμενον μάτην ἐδήλωσε φόνον· « Δύσκλειαν γάρ», ἔφη, «μόνον ἐκ τοῦ δρωμένου δρεψόμεθα, ἐκείνων δὲ τὴν προθυμίαν οὐ σβέσομεν.»
Ἀλλὰ ταῦτα εἰπὼν τὸ μὲν πλῆθος πεῖραν λαβεῖν τῶν προσδοκηθέντων οὐκ εἴασε λυπηρῶν· τοὺς δὲ τούτων ἡγουμένους, πρεσβυτέρους φημὶ καὶ διακόνους, ἀγαγεῖν τε προσετάχθη καὶ δυοῖν θάτερον, ἢ πεῖσαι κοινωνῆσαι τῷ λύκῳ, ἢ τοῦ ἄστεως ἐξελάσαι καὶ εἴς τινας ἐσχατιὰς παραπέμψαι. Ἐπειδὴ δὲ συνήθροισεν ἅπαντας, ἠπίοις χρώμενος λόγοις πείθειν ἐπειρᾶτο ταῖς βασιλέως νομοθεσίαις ἀκολουθεῖν· παραπληξίας γὰρ ἔλεγεν εἶναι μεστὸν τῷ βασιλεῖ τηλικούτων καὶ τοσούτων ἡγουμένῳ εὐαριθμήτους ἀντιτείνειν ἀνθρώπους.