λαʹ.
Περὶ τῶν παρὰ Βάλεντος τῷ μεγάλῳ Βαλεντινιανῷ περὶ τοῦ πολέμου γραφέντων καὶ τῶν παρ´ ἐκείνου πιστῶς ἀντιγραφέντων.
Οὐ μόνον δὲ ταύτης τῆς προμηθείας ταῖς ἐκκλησίαις μετέδωκεν ὁ φιλάνθρωπος κύριος, ἀλλὰ καὶ ἑτέρας αὐτὰς κηδεμονίας ἠξίωσε. Τὸ γὰρ τῶν Γότθων ἔθνος παρακινήσας εἰς πόλεμον ἐπὶ τὸν Βόσπορον εἵλκυσε τὸν κατὰ μόνων τῶν εὐσεβῶν μεμαθηκότα στρατεύειν. Τότε δὴ τὴν οἰκείαν ἀσθένειαν ὁ μάταιος ἐγνωκὼς ἀπέστειλε πρὸς τὸν ἀδελφὸν στρατιὰν ἐξαιτῶν. Ὁ δὲ ἐπέστειλεν ὡς οὐχ ὅσιον ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι θεῷ, δίκαιον δὲ τὴν τούτου καταπαύειν θρασύτητα. Ταῦτα τὸν δείλαιον ἐκεῖνον μείζονος ἀνίας ἐνέπλησεν· οὐ μὴν ἐξέληξε τῆς θρασύτητος, ἀλλ´ ἐπέμεινε κατὰ τῆς ἀληθείας παραταττόμενος.