ζʹ.
Περὶ τῆς ἐν Σαρδικῇ γενομένης συνόδου.
Εἰς δὲ τὴν Σαρδικὴν πεντήκοντα μὲν καὶ διακόσιοι συνῆλθον ἀρχιερεῖς, ὡς διδάσκει τὰ παλαιὰ διηγήματα. Ἀφίκετο δὲ καὶ ὁ μέγας Ἀθανάσιος καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καὶ Μάρκελλος ὁ Ἀγκύρας τῆς Γαλατῶν μητροπόλεως, ὃς καὶ ἐπὶ τῆς συνόδου τῆς μεγάλης ἐπίσκοπος ἦν. Ἀφίκοντο δὲ καὶ οἱ τούτων κατήγοροι καὶ οἱ τῆς αἱρετικῆς προστατεύοντες φάλαγγος, οἱ πάλαι τῶν περὶ τὸν Ἀθανάσιον γενόμενοι δικασταί. Ἀλλὰ τῆς συνόδου μεμαθηκότες τὸ ἀκλινὲς καὶ τὴν ἐν τοῖς θείοις δόγμασιν ὑγίειαν, οὐδὲ κληθέντες εἰσῆλθον εἰς τὸ συνέδριον ἀλλ´ ἀπέδρασαν σὺν τοῖς ἀδίκοις δικασταῖς καὶ οἱ κατήγοροι. Καὶ τοῦτο ἄμεινον διδάσκει τῆς συνόδου τὰ γράμματα, ἃ σαφοῦς εἵνεκα διδασκαλίας ἐνθήσω τῇ συγγραφῇ.