ιθʹ.
Ἐπιστολὴ συνοδικὴ παρὰ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τὸν βασιλέα γραφεῖσα Κωνστάντιον.
« Ἐπιστολὴ γραφεῖσα Κωνσταντίῳ βασιλεῖ παρὰ τῆς ἐν Ἀριμήνῳ συναθροισθείσης συνόδου.
Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. Εἰς γὰρ Ἀρίμηνον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἄριστον ἐφάνη τὴν πίστιν τὴν ἔκπαλαι διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάξαι καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων· ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, δι´ ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει, ὡς εἴπερ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται.
Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ μέτοχοί τε καὶ σύμφωνοι τοῦ Ἀρειανοῦ δόγματος ἦσαν καθεστηκότες, τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν. Ἧς ἵνα μετάσχωσιν, ἐφ´ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ´ ἐκείνων γεγενημένα μαρτυρεῖ, δι´ ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ´ ὃν ταῦτα ἐπράττετο ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ´ ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν. ὧν ὁ θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι´ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν ὡς καὶ τῆς καθ´ ἡμᾶς οἰκουμένης κρατεῖν.
Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. Ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν. Ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας συναλισκομένους εὑρόντες Γερμάνιόν τινα καὶ Αὐξέντιον καὶ Γάϊον, τοὺς τὴν αἵρεσιν καὶ διχοστασίαν ἐμποιοῦντας· ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. Ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς προαιρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ´ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν 〈ἕτερόν〉 τι γράφειν. Ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων.
Ἵν´ οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι· δι´ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. Τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους· οἳ καὶ τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν ὅτι οὐχ ὥσπερ ἔφησεν Οὐρσάκιός τε καὶ Οὐάλης ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. Πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ Ῥωμαίων ἐκκλησίᾳ γενήσεται. Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνῷ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλ´ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν. Τὰ γὰρ νῦν παρ´ ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα.
Ἱκετεύομεν δὲ ἵνα κελεύσῃς τοὺς ἐν ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφῃρημένων αἱ ἐκκλησίαι διαμένωσιν. ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένοι ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν ἰδίων παροικιῶν ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, ἀλλ´ ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ´ εἰρήνης εὐχαῖς τε καὶ λατρείαις σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας τε καὶ σωτηρίας καὶ εἰρήνης, ἣν ἡ θειότης εἰς τὸ διηνεκές σοι χαριεῖται. Οἱ δὲ ἡμέτεροι πρέσβεις τὰς ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν. »
Τούτων γραφέντων καὶ τῶν πρέσβεων ἀποσταλέντων, οἱ βασιλεῖ παραδυναστεύοντες καὶ τῆς αἱρέσεως προστατεύοντες τὴν μὲν ἐπιστολὴν λαβόντες ἀπέδοσαν τῷ βασιλεῖ, τοὺς δὲ πρέσβεις οὐκ εἰσήγαγον, περὶ τὰς κοινὰς εἰλεῖσθαι φροντίδας τὸν κρατοῦντα φήσαντες· ταῦτα δὲ ἔδρων ἡγούμενοι τοὺς ἐπισκόπους, δυσχεραίνοντας τοῦ χρόνου τὸ μῆκος καὶ τὰς ἐγκεχειρισμένας πόλεις ποθοῦντας καταλαβεῖν, ἀναγκασθήσεσθαι διορύξαι καὶ καταλῦσαι τὸν κατὰ τῆς αἱρέσεως ἐξευρεθέντα περίβολον. Ἀλλ´ οὐδὲν ὤνησε τὸ μηχάνημα· πάλιν γὰρ οἱ γενναῖοι τῆς πίστεως πρόμαχοι ἑτέραν ἐπιστολὴν ἐξέπεμψαν τῷ βασιλεῖ, καὶ τοὺς πρέσβεις δεχθῆναι καὶ σφὰς ἀπολυθῆναι παρακαλοῦντες. Ἐντίθημι δὲ καὶ ταύτην τῇ συγγραφῇ.