• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Denys l'Aréopagite, ps. (520) ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ Θ΄

2.

Ἡ δὲ τῶν ἁγίων ἀρχαγγέλων ὁμοταγὴς μέν ἐστι ταῖς οὐρανίαις ἀρχαῖς· ἔστι γὰρ αὐτῶν τε καὶ τῶν ἀγγέλων ὡς ἔφην ἱεραρχία μία καὶ διακόσμησις. Πλὴν ἐπείπερ οὐκ ἔστιν ἱεραρχία μὴ καὶ πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις ἔχουσα, ἡ τῶν ἀρχαγγέλων ἁγία τάξις κοινωνικῶς τῇ ἱεραρχικῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβάνεται. Ταῖς τε γὰρ ἁγιωτάταις ἀρχαῖς κοινωνεῖ καὶ τοῖς ἁγίοις ἀγγέλοις, ταῖς μὲν ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται καὶ πρὸς αὐτὴν ὡς ἐφικτὸν ἀποτυποῦται καὶ τοὺς ἀγγέλους ἑνοποιεῖ κατὰ τὰς εὐκόσμους αὐτῆς καὶ τεταγμένας καὶ ἀοράτους ἡγεμονίας, τοῖς δὲ ὅτι καὶ τῆς ὑποφητικῆς ἐστι τάξεως, τὰς θεαρχικὰς ἐλλάμψεις ἱεραρχικῶς διὰ τῶν πρώτων δυνάμεων ὑποδεχομένη καἵ τοῖς ἀγγέλοις αὐτὰς ἀγαθοειδῶς ἀγγέλουσα καὶ δι' ἀγγέλων ἡμῖν ἀναφαίνουσα κατὰ τὴν ἱερὰν ἑκάστου τῶν θείως ἐλλαμπομένων ἀναλογίαν. Οἱ γὰρ ἄγγελοι, καθὼς ἤδη προειρήκαμεν, συμπληρωτικῶς ἀποπερατοῦσιν τὰς ὅλας τῶν οὐρανίων νοῶν διακοσμήσεις, κατὰ τὸ τελευταῖον ὡς ἐν οὐρανίαις οὐσίαις ἔχοντες τὴν ἀγγελικὴν ἰδιότητα καὶ μᾶλλον πρὸς ἡμῶν ἄγγελοι παρὰ τοὺς προτέρους οἰκειότερον ὀνομαζόμενοι ὅσῳ καὶ περὶ τὸ ἐμφανέστερον αὐτοῖς ἐστιν ἡ ἱεραρχία καὶ μᾶλλον περικόσμιος. Τὴν μὲν γὰρ ὑπερτάτην, ὡς εἴρηται, διακόσμησιν ὡς τῷ κρυφίῳ πρωτοταγῶς πλησιίχζουσαν κρυφιοειδῶς οἰητέον ἱεραρχεῖν τῆς δευτέρας, τὴν δὲ δευτέραν, ἣ συμπληροῦται πρὸς τῶν ἁγίων κυριοτήτων καὶ δυνάμεων καὶ ἐξουσιῶν, τῆς τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἱεραρχίας ἡγεῖσθαι, τῆς πρώτης μὲν ἱεραρχίας ἐμφανέστερον, τῆς δὲ μετ' αὐτὴν κρυφοειδέστερον, τὴν δὲ τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἐκφαντορικὴν διακόσμησιν ταῖς ἀνθρωπίναις ἱεραρχίαις δι' ἀλλήλων ἐπιστατεῖν, ἵν' ᾖ κατὰ τάξιν ἡ πρὸς Θεὸν ἀναγωγὴ καὶ ἐπιστροφὴ καὶ κοινωνία καὶ ἕνωσις καὶ μὴν καὶ ἡ παρὰ Θεοῦ πάσοιις ταῖς ἱεραρχίαις ἀγαθοπρεπῶς ἐνδιδομένη καὶ κοινωνικῶς ἐπιφοιτῶσα μετ' εὐκοσμίας ἱερωτάτης πρόοδος. Ἔνθεν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν ἀγγέλοις ἀπονενέμηκεν, ἄρχοντα τοῦ Ἰουδαίων λαοῦ τὸν Μιχαὴλ ὀνομάζουσα καὶ ἄλλους ἐθνῶν ἑτέρων. «Ἔστησε» γὰρ ὁ ῞Υψιστος «ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ».

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Traductions de cette œuvre
Himmlische Hierarchie (BKV) Comparer
Himmlische Hierarchie (Edith Stein) Comparer
Le livre de la hierarchie celeste Comparer
Commentaires sur cette œuvre
Einleitung zur Himmlischen und Kirchlichen Hierarchie

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité