• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Denys l'Aréopagite, ps. (520) ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Κεφάλαιον Β΄.

1.

Τὴν θεαρχικὴν ὅλην ὕπαρξιν, ὅ τι ποτέ ἐστιν, ἡ αὐτοαγαθότης ἀφορίζουσα καὶ ἐκφαίνουσα πρὸς τῶν λογίων ὕμνηται. Καὶ τί γὰρ ἄλλο μαθεῖν ἐστιν ἐκ τῆς ἱερᾶς θεολογίας, ὁπόταν φησὶ τὴν θεαρχίαν αὐτὴν ὑφηγουμένην εἰπεῖν· Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Οὐδεὶς ἀγαθός, εἰ μὴ μόνος ὁ Θεός. Τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις ἐξετασθὲν ἡμῖν ἀποδέδεικται τὸ πάσας ἀεὶ τὰς θεοπρεπεῖς ἐπωνυμίας οὐ μερικῶς, ἀλλ᾿ ἐπὶ τῆς ὅλης καὶ παντελοῦς καὶ ὁλοκλήρου καὶ πλήρους θεότητος ὑπὸ τῶν λογίων ὑμνεῖσθαι καὶ πάσας αὐτὰς ἀμερῶς, ἀπολύτως, ἀπαρατηρήτως, ὁλικῶς ἁπάσῃ τῇ ὁλότητι τῆς ὁλοτελοῦς καὶ πάσης θεότητος ἀνατίθεσθαι. Καὶ γοῦν, ὡς ἐν ταῖς Θεολογικαῖς ὑποτυπώσεσιν ὑπεμνήσαμεν, εἰ μὴ περὶ τῆς ὅλης θεότητος φαίη τις τοῦτο εἰρῆσθαι, βλασφημεῖ καὶ ἀποσχίζειν ἀθέσμως τολμᾷ τὴν ὑπερηνωμένην ἑνάδα. Ῥητέον οὖν, ὡς ἐπὶ πάσης τῆς θεότητος αὐτὸ ἐκληπτέον. Καὶ γὰρ αὐτός τε ὁ ἀγαθοφυὴς ἔφη λόγος· Ἐγὼ ἀγαθός εἰμι, καί τις τῶν θεολήπτων προφητῶν ὑμνεῖ τὸ πνεῦμα τὸ ἀγαθόν. Καὶ αὖθις τό· Ἐγώ εἰμι ὁ ὢν εἰ μὴ καθ᾿ ὅλης φήσουσι τῆς θεότητος ὑμνεῖσθαι, καθ᾿ ἑν δὲ μέρος αὐτὸ περιγράψαι βιάσαιντο, πῶς ἀκούσονται τοῦ·

Τάδε λέγει ὁ ὤν, ὃ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ καί Σὺ δὲ ὁ αὐτὸς εἶ καί Τὸ πνεῦμα τῆς ἀληθείας τὸ ὄν, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται; Καὶ εἰ μὴ ὅλην εἶναί φασι τὴν ζωαρχίαν, πῶς ἀληθὴς ὁ φήσας ἱερὸς λόγος· Ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ καὶ ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν;

Ὅτι δὲ καὶ τὴν κυρείαν ἔχει τῶν ὅλων ἡ ὅλη Θεότης, περὶ μὲν τῆς θεογόνου θεότητος ἢ τῆς υἱικῆς οὐδὲ εἰπεῖν ἔστιν, ὡς οἶμαι, ποσαχῆ τῆς θεολογίας ἐπὶ πατρὸς καὶ υἱοῦ διαθρυλεῖται τὸ κύριος. Ἀλλὰ καὶ κύριος τὸ πνεῦμά ἐστιν. Καὶ τὸ καλὸν δὲ καὶ τὸ σοφὸν ἐπὶ τῆς ὅλης θεότητος ὑμνεῖται, καὶ τὸ φῶς καὶ τὸ θεοποιὸν καὶ τὸ αἴτιον καὶ πάντα, ὅσα τῆς ὅλης θεαρχίας ἐστίν, εἰς πᾶσαν ἀνάγει τὰ λόγια τὴν θεαρχικὴν ὑμνῳδίαν περιληπτικῶς μέν, ὡς ὅταν λέγει· Τὰ πάντα ἐκ τοῦ θεοῦ, διεξοδικῶς δέ, ὡς ὅταν φαίη· Τὰ πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καί Τὰ πάντα ἐν αὐτῷ συνέστηκε καί Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται. Καὶ ἵνα συλλήβδην φαίη τις, αὐτὸς ὁ θεαρχικὸς ἔφη λόγος· Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι καὶ Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.

Καὶ αὖθις, ὅσα ἐστὶ τοῦ πατρὸς καὶ αὑτοῦ, τῷ θεαρχικῷ πνεύματι κοινωνικῶς καὶ ἡνωμένως ἀνατίθησι τὰς θεουργίας, τὸ σέβας, τὴν πηγαίαν καὶ ἀνέκλειπτον αἰτίαν καὶ διανομὴν τῶν ἀγαθοπρεπῶν δώρων. Καὶ οὐδένα τῶν ἐν τοῖς θείοις λογίοις ἀδιαστρόφοις ἐννοίαις ἐντεθραμμένων οἶμαι πρὸς τοῦτο ἀντερεῖν, ὅτι τὰ θεοπρεπῆ πάντα τῇ ὅλῃ θεαρχίᾳ πρόσεστι κατὰ τὸν θεοτελῆ λόγον. Τούτων οὖν ἡμῖν βραχέως μὲν ἐν τούτοις καὶ μερικῶς, ἐν ἄλλοις δὲ ἱκανῶς ἐκ τῶν λογίων ἀποδεδειγμένων τε καὶ διωρισμένων ὁποίαν ἀναπτύξαι θεωνυμίαν ὁλικὴν ἐγχειρήσομεν ἐπὶ τῆς ὅλης αὐτὴν θεότητος ἐκληπτέον.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Traductions de cette œuvre
Schriften über "Göttliche Namen" (BKV) Comparer
Traité des noms divins Comparer
Von den göttlichen Namen (Edith Stein) Comparer
Commentaires sur cette œuvre
Einleitung: Dionysius Aeropagita über heilige Namen

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité