• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Denys l'Aréopagite, ps. (520) ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Κεφάλαιον Δ΄.

23.

Ἀλλ᾿ οὔτε οἱ δαίμονες φύσει κακοί. Καὶ γὰρ εἰ φύσει κακοί, οὔτε ἐκ τἀγαθοῦ οὔτε ἐν τοῖς οὖσιν οὔτε μὴν ἐξ ἀγαθῶν μετέβαλον φύσει καὶ ἀεὶ κακοὶ ὄντες. Ἔπειτα ἑαυτοῖς εἰσι κακοὶ ἢ ἑτέροις; Εἰ μὲν ἑαυτοῖς, καὶ φθείρουσιν ἑαυτούς, εἰ δὲ ἄλλοις, πῶς φθείροντες ἢ τί φθείροντες· οὐσίαν ἢ δύναμιν ἢ ἐνέργειαν; Εἰ μὲν οὐσίαν, πρῶτον μὲν οὐ παρὰ φύσιν, τὰ γὰρ φύσει ἄφθαρτα οὐ φθείρουσιν, ἀλλὰ τὰ δεκτικὰ φθορᾶς. Ἔπειτα οὐδὲ τοῦτο παντὶ καὶ πάντη κακόν. Ἀλλ᾿ οὐδὲ φθείρεταί τι τῶν ὄντων, καθ᾿ ὃ οὐσία καὶ φύσις, ἀλλὰ τῇ ἐλλείψει τῆς κατὰ φύσιν τάξεως ὁ τῆς ἁρμονίας καὶ συμμετρίας λόγος ἀσθενεῖ μένειν ὡσαύτως ἔχων. Ἡ δὲ ἀσθένεια οὐ παντελής, εἰ γὰρ παντελής, καὶ τὴν φθορὰν καὶ τὸ ὑποκείμενον ἀνεῖλε, καὶ ἔσται ἡ τοιαύτη φθορὰ καὶ ἑαυτῆς φθορά. Ὥστε τὸ τοιοῦτον οὐ κακόν, ἀλλ᾿ ἐλλειπὲς ἀγαθόν. Τὸ γὰρ πάντη ἄμοιρον τοῦ ἀγαθοῦ οὔτε ἐν τοῖς οὖσιν ἔσται, καὶ περὶ τῆς εἰς δύναμιν καὶ ἐνέργειαν φθορᾶς ὁ αὐτὸς λόγος. Εἶτα πῶς οἱ ἐκ θεοῦ γενόμενοι δαίμονές εἰσι κακοί; Τὸ γὰρ ἀγαθὸν ἀγαθὰ παράγει καὶ ὑφίστησι. Καίτοι λέγονται κακοί, φαίη τις ἄν, ἀλλ᾿ οὐ, καθ᾿ ὃ εἰσίν, ἐκ τἀγαθοῦ γάρ εἰσι καὶ ἀγαθὴν ἔλαχον οὐσίαν, ἀλλά, καθ᾿ ὃ οὐκ εἰσὶν ἀσθενήσαντες, ὡς τὰ λόγιά φησι, τηρῆσαι τὴν ἑαυτῶν ἀρχήν.

Ἐν τίνι γάρ, εἰπέ μοι, κακύνεσθαί φαμεν τοὺς δαίμονας, εἰ μὴ ἐν τῇ παύσει τῆς τῶν θείων ἀγαθῶν ἕξεως καὶ ἐνεργείας; Ἄλλως τε, εἰ φύσει κακοὶ οἱ δαίμονες, ἀεὶ κακοί. Καίτοι τὸ κακὸν ἄστατόν ἐστιν. Οὐκοῦν, εἰ ἀεὶ ὡσαύτως ἔχουσιν, οὐ κακοί, τὸ γὰρ ἀεὶ ταὐτὸν τοῦ ἀγαθοῦ ἴδιον. Εἰ δὲ οὐκ ἀεὶ κακοί, οὐ φύσει κακοί, ἀλλ᾿ ἐνδείᾳ τῶν ἀγγελικῶν ἀγαθῶν. Καὶ οὐ πάντη ἄμοιροι τοῦ ἀγαθοῦ, καθ᾿ ὃ καὶ εἰσὶ καὶ ζῶσι καὶ νοοῦσι καὶ ὅλως ἐστί τις ἐν αὐτοῖς ἐφέσεως κίνησις. Κακοὶ δὲ εἶναι λέγονται διὰ τὸ ἀσθενεῖν περὶ τὴν κατὰ φύσιν ἐνέργειαν. Παρατροπὴ οὖν ἐστιν αὐτοῖς τὸ κακὸν καὶ τῶν προσηκόντων αὐτοῖς ἔκβασις καὶ ἀτευξία καὶ ἀτέλεια καὶ ἀδυναμία καὶ τῆς σωζούσης τὴν ἐν αὐτοῖς τελειότητα δυνάμεως ἀσθένεια καὶ ἀποφυγὴ καὶ ἀπόπτωσις.

Ἄλλως τε τί τὸ ἐν δαίμοσι κακόν; Θυμὸς ἄλογος, ἄνους ἐπιθυμία, φαντασία προπετής. Ἀλλὰ ταῦτα, εἰ καὶ ἔστιν ἐν δαίμοσιν, οὐ πάντη οὐδὲ ἐπὶ πάντων οὐδὲ αὐτὰ καθ᾿ αὑτὰ κακά. Καὶ γὰρ ἐφ᾿ ἑτέρων ζῴων οὐχ ἡ σχέσις τούτων, ἀλλ᾿ ἡ ἀναίρεσίς ἐστι καὶ φθορὰ τῷ ζῴῳ καὶ κακόν. Ἡ δὲ σχέσις σώζει καὶ εἶναι ποιεῖ τὴν ταῦτα ἔχουσαν τοῦ ζῴου φύσιν. Οὐκ ἄρα κακὸν τὸ δαιμόνιον φῦλον, ᾗ ἔστι κατὰ φύσιν, ἀλλ᾿ ᾗ οὐκ ἔστι. Καὶ οὐκ ἠλλοιώθη τὸ δοθὲν αὐτοῖς ὅλον ἀγαθόν, ἀλλ᾿ αὐτοὶ τοῦ δοθέντος ἀποπεπτώκασιν ὅλου ἀγαθοῦ. Καὶ τὰς δοθείσας αὐτοῖς ἀγγελικὰς δωρεάς, οὐ μήποτε αὐτὰς ἠλλοιῶσθαί φαμεν, ἀλλ᾿ εἰσὶ καὶ ὁλόκληροι καὶ παμφαεῖς εἰσι, κἂν αὐτοὶ μὴ ὁρῶσιν ἀπομύσαντες ἑαυτῶν τὰς ἀγαθοπτικὰς δυνάμεις. Ὥστε ὃ εἰσί, καὶ ἐκ τἀγαθοῦ εἰσι καὶ ἀγαθοὶ καὶ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφίενται τοῦ εἶναι καὶ ζῆν καὶ νοεῖν τῶν ὄντων ἐφιέμενοι. Καὶ τῇ στερήσει καὶ ἀποφυγῇ καὶ ἀποπτώσει τῶν προσηκόντων αὐτοῖς ἀγαθῶν λέγονται κακοί. Καὶ εἰσὶ κακοί, καθ᾿ ὃ οὐκ εἰσίν. Καὶ τοῦ μὴ ὄντος ἐφιέμενοι τοῦ κακοῦ ἐφίενται.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Traductions de cette œuvre
Schriften über "Göttliche Namen" (BKV) Comparer
Traité des noms divins Comparer
Von den göttlichen Namen (Edith Stein) Comparer
Commentaires sur cette œuvre
Einleitung: Dionysius Aeropagita über heilige Namen

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2026 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité