XXVIII
1. Πάντων οὖν βλεπομένων καὶ ἀκουομένων, φοβηθῶμεν αὐτόν, καὶ ἀπολίπωμεν φαύλων ἔργων μιαρὰς ἐπιθυμίας, ἵνα τῷ ἐλέει αὐτοῦ σκεπασθῶμεν ἀπό τῶν μελλόντων κριμάτων. 2. ποῦ γάρ τις ἡμῶν δύνατια φυγεῖν ἀπό τῆς κραταιᾶς χειρὸς αὐτοῦ; ποῖος δὲ κόμος δέξεταί τινα τῶν αὐτομολούντων ἀπ’ αὐτοῦ; 3. λέγει γάρ που τὸ γραφεῖον· Ποῦ ἀφήξω καὶ ποῦ κρυβήσομαι ἀπὸ τοῦ προσώπου σου; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς ἀβύσσους, ἐκεῖ τὸ πνεῦμά σου. 4. ποῖ οὖν τις ἀπέλθῃ ἢ ποῦ ἀποδράσῃ ἀπὸ τοῦ τὰ πάντα ἐμπεριέχοντος;