• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
I

9.

Καὶ τὰ μὲν ὀνόματα ὧν φῂς σέβεσθαι θεῶν ὀνόματά ἐστιν νεκρῶν ἀνθρώπων. καὶ τούτων τίνων καὶ ποταπῶν; οὐχὶ Κρόνος μὲν τεκνοφάγος εὑρίσκεται καὶ τὰ ἑαυτοῦ τέκνα ἀναλίσκων; εἰ δὲ καὶ Δία τὸν παῖδα αὐτοῦ εἴποις, κατάμαθε κἀκείνου τὰς πράξεις καὶ τὴν ἀναστροφήν. πρῶτον μὲν ἐν Ἴδῃ ὑπὸ αἰγὸς ἀνετράφη, καὶ ταύτην σφάξας κατὰ τοὺς μύθους καὶ ἐκδείρας ἐποίησεν ἑαυτῷ ἔνδυμα. τὰς δὲ λοιπὰς πράξεις αὐτοῦ, περί τε ἀδελφοκοιτίας καὶ μοιχείας καὶ παιδοφθορίας, ἄμεινον Ὅμηρος καὶ οἱ λοιποὶ ποιηταὶ περὶ αὐτοῦ ἐξηγοῦνται. τί μοι τὸ λοιπὸν καταλέγειν περὶ τῶν υἱῶν αὐτοῦ, Ἡρακλέα μὲν ἑαυτὸν καύσαντα, Διόνυσον δὲ μεθύοντα καὶ μαινόμενον, καὶ Ἀπόλλωνα τὸν Ἀχιλλέα δεδιότα καὶ φεύγοντα καὶ τῆς Δάφνης ἐρῶντα καὶ τὸν Ὑακίνθου μόρον ἀγνοοῦντα, ἢ Ἀφροδίτην τὴν τιτρωσκομένην, καὶ Ἄρεα τὸν <βροτολοιγόν>, ἔτι δὲ καὶ <ἰχῶρα ῥέοντα> τούτων τῶν λεγομένων <θεῶν>;

Καὶ ταῦτα μὲν μέτριον εἰπεῖν, ὅπου γε θεὸς εὑρίσκεται μεμελισμένος ὁ καλούμενος Ὄσιρις, οὗ καὶ κατ’ ἔτος γίνονται τελεταὶ ὡς ἀπολλυμένου καὶ εὑρισκομένου καὶ κατὰ μέλος ζητουμένου· οὔτε γὰρ εἰ ἀπόλλυται νοεῖται, οὔτε εἰ εὑρίσκεται δείκνυται. τί δέ μοι λέγειν Ἄττιν ἀποκοπτόμενον ἢ Ἄδωνιν ἐν ὕλῃ ῥεμβόμενον καὶ κυνηγετοῦντα καὶ τιτρωσκόμενον ὑπὸ συός, ἢ Ἀσκληπιὸν κεραυνούμενον, καὶ Σάραπιν τὸν ἀπὸ Σινώπης φυγάδα εἰς Ἀλεξάνδρειαν γεγονότα, ἢ τὴν Σκυθίαν Ἄρτεμιν καὶ αὐτὴν φυγάδα γεγονυῖαν καὶ ἀνδροφόνον καὶ κυνηγέτιν καὶ τοῦ Ἐνδυμίωνος ἐρασθεῖσαν;

Ταῦτα γὰρ οὐχ ἡμεῖς φαμεν, ἀλλὰ οἱ καθ’ ὑμᾶς συγγραφεῖς καὶ ποιηταὶ κηρύσσουσιν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy