24.
Ἐξανατείλας οὖν ὁ θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον, ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν. ἐν γὰρ πρώτοις μόνα ἦν τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γεγενημένα, φυτὰ καὶ σπέρματα καὶ χλόαι· τὰ δὲ ἐν τῷ παραδείσῳ ἐγενήθη διαφόρῳ καλλονῇ καὶ ὡραιότητι, ὅπου γε καὶ φυτεία ὠνόμασται ὑπὸ θεοῦ πεφυτευμένη. καὶ τὰ μὲν λοιπὰ φυτὰ ὅμοια καὶ ὁ κόσμος ἔσχηκεν· τὰ δὲ δύο ξύλα, τὸ τῆς ζωῆς καὶ τὸ τῆς γνώσεως, οὐκ ἔσχηκεν ἑτέρα γῆ ἀλλ’ ἢ ἐν μόνῳ τῷ παραδείσῳ. ὅτι δὲ καὶ ὁ παράδεισος γῆ ἐστιν καὶ ἐπὶ τῆς γῆς πεφύτευται, ἡ γραφὴ λέγει· “Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἀπὸ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν.” τὸ οὖν ἔτι ἐκ τῆς γῆς καὶ κατὰ ἀνατολὰς σαφῶς διδάσκει ἡμᾶς ἡ θεία γραφὴ τὸν παράδεισον ὑπὸ τοῦτον τὸν οὐρανόν, ὑφ’ ὃν καὶ ἀνατολαὶ καὶ γῆ εἰσιν. Ἐδὲμ δὲ ἑβραϊστὶ τὸ εἰρημένον ἑρμηνεύεται τρυφή.
Ποταμὸν δὲ σεσήμακεν ἐκπορεύεσθαι ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον, κἀκεῖθεν διαχωρίζεσθαι εἰς τέσσαρας ἀρχάς· ὧν δύο οἱ καλούμενοι Φεισὼν καὶ Γεὼν ποτίζουσιν τὰ ἀνατολικὰ μέρη, μάλιστα ὁ Γεών, ὁ κυκλῶν πᾶσαν γῆν Αἰθιοπίας, ὅν φασιν ἐν τῇ Αἰγύπτῳ ἀποφαίνεσθαι τὸν καλούμενον Νεῖλον. οἱ δὲ ἄλλοι δύο ποταμοὶ φανερῶς γινώσκονται παρ’ ἡμῖν, οἱ καλούμενοι Τίγρις καὶ Εὐφράτης· οὗτοι γὰρ γειτνιῶσιν ἕως τῶν ἡμετέρων κλιμάτων.
Θεὶς δὲ ὁ θεὸς τὸν ἄνθρωπον, καθὼς προειρήκαμεν, ἐν τῷ παραδείσῳ εἰς τὸ ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν, ἐνετείλατο αὐτῷ ἀπὸ πάντων τῶν καρπῶν ἐσθίειν, δηλονότι καὶ ἀπὸ τοῦ τῆς ζωῆς, μόνον δὲ ἐκ τοῦ ξύλου τῆς γνώσεως ἐνετείλατο αὐτῷ μὴ γεύσασθαι. μετέθηκεν δὲ αὐτὸν ὁ θεὸς ἐκ τῆς γῆς, ἐξ ἧς ἐγεγόνει, εἰς τὸν παράδεισον, διδοὺς αὐτῷ ἀφορμὴν προκοπῆς, ὅπως αὐξάνων καὶ τέλειος γενόμενος, ἔτι δὲ καὶ θεὸς ἀναδειχθείς, οὕτως καὶ εἰς οὐρανὸν ἀναβῇ (μέσος γὰρ ὁ ἄνθρωπος ἐγεγόνει, οὔτε θνητὸς ὁλοσχερῶς οὔτε ἀθάνατος τὸ καθόλου, δεκτικὸς δὲ ἑκατέρων· οὕτως καὶ τὸ χωρίον ὁ παράδεισος, ὡς πρὸς καλλονήν, μέσος τοῦ κόσμου καὶ τοῦ οὐρανοῦ γεγένηται), ἔχων ἀϊδιότητα. τὸ δὲ εἰπεῖν ἐργάζεσθαι οὐκ ἄλλην τινὰ ἐργασίαν δηλοῖ ἀλλ’ ἢ τὸ φυλάσσειν τὴν ἐντολὴν τοῦ θεοῦ, ὅπως μὴ παρακούσας ἀπολέσῃ ἑαυτόν, καθὼς καὶ ἀπώλεσεν διὰ ἁμαρτίας.
