7.
Θεοὺς γὰρ φήσαντες εἶναι πάλιν εἰς οὐδὲν αὐτοὺς ἡγήσαντο. οἱ μὲν γὰρ ἐξ ἀτόμων αὐτοὺς ἔφασαν συνεστάναι, ἢ δ’ αὖ χωρεῖν εἰς ἀτόμους, καὶ μηδὲν πλεῖον ἀνθρώπων δύνασθαι τοὺς θεούς φασιν. Πλάτων δέ, θεοὺς εἰπὼν εἶναι, ὑλικοὺς αὐτοὺς βούλεται συνιστᾶν. Πυθαγόρας δέ, τοσαῦτα μοχθήσας περὶ θεῶν καὶ τὴν ἄνω κάτω πορείαν ποιησάμενος, ἔσχατον ὁρίζει φύσιν καὶ αὐτοματισμὸν εἶναί φησιν τῶν πάντων· θεοὺς ἀνθρώπων μηδὲν φροντίζειν. ὁπόσα δὲ Κλιτόμαχος ὁ Ἀκαδημαϊκὸς περὶ ἀθεότητος εἰσηγήσατο. τί δ’ οὐχὶ καὶ Κριτίας καὶ Πρωταγόρας ὁ Ἀβδηρίτης λέγων· “Εἴτε γάρ εἰσιν θεοί, οὐ δύναμαι περὶ αὐτῶν λέγειν, οὔτε ὁποῖοί εἰσιν δηλῶσαι· πολλὰ γάρ ἐστιν τὰ κωλύοντά με”; τὰ γὰρ περὶ Εὐημέρου τοῦ ἀθεωτάτου περισσὸν ἡμῖν καὶ λέγειν. πολλὰ γὰρ περὶ θεῶν τολμήσας φθέγξασθαι ἔσχατον καὶ τὸ ἐξόλου μὴ εἶναι θεούς, ἀλλὰ τὰ πάντα αὐτοματισμῷ διοικεῖσθαι βούλεται. Πλάτων δέ, ὁ τοσαῦτα εἰπὼν περὶ μοναρχίας θεοῦ καὶ ψυχῆς ἀνθρώπου, φάσκων ἀθάνατον εἶναι τὴν ψυχήν, οὐκ αὐτὸς ὕστερον εὑρίσκεται ἐναντία ἑαυτῷ λέγων, τὰς μὲν ψυχὰς μετέρχεσθαι εἰς ἑτέρους ἀνθρώπους, ἐνίων δὲ καὶ εἰς ἄλογα ζῶα χωρεῖν; πῶς οὐ δεινὸν καὶ ἀθέμιτον δόγμα αὐτοῦ τοῖς γε νοῦν ἔχουσι φανήσεται, ἵνα ὅ ποτε ἄνθρωπος πάλιν ἔσται λύκος ἢ κύων ἢ ὄνος ἢ ἄλλο τι ἄλογον κτῆνος; τούτῳ ἀκόλουθα καὶ Πυθαγόρας εὑρίσκεται φλυαρῶν, πρὸς τῷ καὶ πρόνοιαν ἐκκόπτειν.
Τίνι οὖν αὐτῶν πιστεύσωμεν, Φιλήμονι τῷ κωμικῷ λέγοντι·
Οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς
ἔχουσιν εἰς σωτηρίαν,
ἢ οἷς προειρήκαμεν Εὐημέρῳ καὶ Ἐπικούρῳ καὶ Πυθαγόρᾳ καὶ τοῖς λοιποῖς ἀρνουμένοις εἶναι θεοσέβειαν καὶ πρόνοιαν ἀναιροῦσιν. περὶ μὲν οὖν θεοῦ καὶ προνοίας Ἀρίστων ἔφη·
Θάρσει, βοηθεῖν πᾶσι μὲν τοῖς ἀξίοις
εἴωθεν ὁ θεός, τοῖς δὲ τοιούτοις σφόδρα.
εἰ μὴ πάρεσται προεδρία τις κειμένη
τοῖς ζῶσιν ὡς δεῖ, τί πλέον ἐστὶν εὐσεβεῖν;
εἴη γὰρ οὕτως, ἀλλὰ καὶ λίαν ὁρῶ
τοὺς εὐσεβῶς μὲν ἑλομένους διεξάγειν
πράττοντας ἀτόπως, τοὺς δὲ μηδὲν ἕτερον ἢ
τὸ λυσιτελὲς τὸ κατ’ αὐτοὺς μόνον,
ἐντιμοτέραν ἔχοντες ἡμῶν διάθεσιν.
ἐπὶ τοῦ παρόντος· ἀλλὰ δεῖ πόρρω βλέπειν
καὶ τὴν ἁπάντων ἀναμένειν καταστροφήν.
οὐχ ὃν τρόπον γὰρ παρ’ ἐνίοις ἴσχυσέ τις
δόξα κακοήθης τῷ βίῳ τ’ ἀνωφελής,
φορά τις ἔστ’ αὐτόματος ἢ βραβεύεται
ὡς ἔτυχε· ταῦτα γὰρ πάντα κρίνουσιν ἔχειν
ἐφόδια πρὸς τὸν ἴδιον οἱ φαῦλοι τρόπον.
ἔστιν δὲ καὶ τοῖς ζῶσιν ὁσίως προεδρία,
καὶ τοῖς πονηροῖς ὡς προσῆκ’ ἐπιθυμία·
χωρὶς προνοίας γίνεται γὰρ οὐδὲ ἕν.
ὁπόσα τε καὶ ἄλλοι καὶ σχεδόν γε οἱ πλείους εἶπον περὶ θεοῦ καὶ προνοίας, ὁρᾶν ἔστιν πῶς ἀνακόλουθα ἀλλήλοις ἔφασαν· οἱ μὲν γὰρ τὸ ἐξόλου θεὸν καὶ πρόνοιαν εἶναι ἀνεῖλον, οἱ δ’ αὖ συνέστησαν θεὸν καὶ πάντα προνοίᾳ διοικεῖσθαι ὡμολόγησαν. τὸν οὖν συνετὸν ἀκροατὴν καὶ ἀναγινώσκοντα προσέχειν ἀκριβῶς τοῖς λεγομένοις δεῖ, καθὼς καὶ ὁ Σιμύλος ἔφη·
Κοινῶς ποιητὰς ἔθος ἐστὶν καλεῖν,
καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς·
ἔδει δὲ κρίνειν.
καθάπερ ἐν τόπῳ τινι καὶ ὁ Φιλήμων·
Χαλεπὸν ἀκροατὴς ἀσύνετος καθήμενος·
ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται.
χρὴ οὖν προσέχειν καὶ νοεῖν τὰ λεγόμενα κριτικῶς ἐξετάζοντα τὰ ὑπὸ τῶν φιλοσόφων καὶ τῶν λοιπῶν ποιητῶν εἰρημένα.
