• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
III

8.

Ἀρνούμενοι γὰρ θεοὺς εἶναι πάλιν ὁμολογοῦσιν αὐτοί, καὶ τούτους πράξεις ἀθέσμους ἐπιτελεῖν ἔφασαν. καὶ πρώτου γε Διὸς οἱ ποιηταὶ εὐφωνότερον ᾄδουσι τὰς χαλεπὰς πράξεις. Χρύσιππος δέ, ὁ πολλὰ φλυαρήσας, πῶς οὐχὶ εὑρίσκεται σημαίνων τὴν Ἥραν στόματι μιαρῷ συγγίνεσθαι τῷ Διΐ; τί γάρ μοι καταλέγειν τὰς ἀσελγείας τῆς μητρὸς θεῶν λεγομένης ἢ Διὸς τοῦ Λατεαρίου διψῶντος αἵματος ἀνθρωπείου, ἢ Ἄττου τοῦ ἀποκοπτομένου, ἢ ὅτι ὁ Ζεὺς ὁ καλούμενος Τραγῳδός, κατακαύσας τὴν ἑαυτοῦ χεῖρα, ὥς φασιν, νῦν παρὰ Ῥωμαίοις θεὸς τιμᾶται; σιγῶ τὰ Ἀντινόου τεμένη καὶ τὰ τῶν λοιπῶν καλουμένων θεῶν. καὶ γὰρ ἱστορούμενα τοῖς συνετοῖς καταγέλωτα φέρει.

Ἤτοι οὖν περὶ ἀθεότητος αὐτοὶ ὑπὸ τῶν ἰδίων δογμάτων ἐλέγχονται οἱ τὰ τοιαῦτα φιλοσοφήσαντες, ἢ καὶ περὶ πολυμιξίας καὶ ἀθέσμου κοινωνίας· ἔτι μὴν καὶ ἀνθρωποβορία παρ’ αὐτοῖς εὑρίσκεται δι’ ὧν συνέγραψαν γραφῶν, καὶ πρώτους γε οὓς τετιμήκασιν θεοὺς ταῦτα πεπραχότας ἀναγράφουσιν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy