27.
Κύρου οὖν βασιλεύσαντος ἔτεσιν κη´ καὶ ἀναιρεθέντος ὑπὸ Τομύριδος ἐν Μασσαγετίᾳ, τότε οὔσης ὀλυμπιάδος ἑξηκοστῆς δευτέρας· ἔκτοτε ἤδη οἱ Ῥωμαῖοι ἐμεγαλύνοντο τοῦ θεοῦ κρατύνοντος αὐτούς, ἐκτισμένης τῆς Ῥώμης ὑπὸ Ῥωμύλου, τοῦ παιδὸς ἱστορουμένου Ἄρεως καὶ Ἰλίας, ὀλυμπιάδι ζ´, τῇ πρὸ ι´ καὶ α´ καλανδῶν Μαΐων, τοῦ ἐνιαυτοῦ τότε δεκαμήνου ἀριθμουμένου· τοῦ οὖν Κύρου τελευτήσαντος, ὡς ἔφθημεν εἰρηκέναι, ὀλυμπιάδι ἑξηκοστῇ καὶ δευτέρᾳ, γίνεται ὁ καιρὸς ἀπὸ κτίσεως Ῥώμης ἔτη σκ´, ᾧ καὶ Ῥωμαίων ἦρξεν Ταρκύνιος Σούπερβος τοὔνομα, ὃς πρῶτος ἐξώρισεν Ῥωμαίους τινὰς καὶ παῖδας διέφθειρεν καὶ σπάδοντας ἐγχωρίους ἐποίησεν· ἔτι μὴν καὶ τὰς παρθένους διαφθείρων πρὸς γάμον ἐδίδου. διὸ οἰκείως Σούπερβος ἐκλήθη τῇ ῥωμαϊκῇ γλώσσῃ· ἑρμηνεύεται δὲ ὑπερήφανος. αὐτὸς γὰρ πρῶτος ἐδογμάτισε τοὺς ἀσπαζομένους αὐτὸν ὑπὸ ἑτέρου ἀντασπάζεσθαι. ὃς ἐβασίλευσεν ἔτεσιν κε´.
Μεθ’ ὃν ἦρξαν ἐνιαύσιοι ὕπατοι, χιλίαρχοι ἢ ἀγορανόμοι ἔτεσιν υξγ´, ὧν τὰ ὀνόματα καταλέγειν πολὺ καὶ περισσὸν ἡγούμεθα. εἰ γάρ τις βούλεται μαθεῖν, ἐκ τῶν ἀναγραφῶν εὑρήσει ὧν ἀνέγραψεν Χρύσερως ὁ νομεγκλάτωρ, ἀπελεύθερος γενόμενος Μ. Αὐρηλίου Οὐήρου, ὃς ἀπὸ κτίσεως Ῥώμης μέχρι τελευτῆς τοῦ ἰδίου πάτρωνος αὐτοκράτορος Οὐήρου σαφῶς πάντα ἀνέγραψεν καὶ τὰ ὀνόματα καὶ τοὺς χρόνους.
Ἐκράτησαν οὖν Ῥωμαίων ἐνιαύσιοι, ὥς φαμεν, ἔτεσιν υξγ´. ἔπειτα οὕτως ἦρξαν οἱ αὐτοκράτορες καλούμενοι· πρῶτος Γάϊος Ἰούλιος, ὃς ἐβασίλευσεν ἔτη γ´ μῆνας ζ´ ἡμέρας ἕξ. ἔπειτα Αὔγουστος ἔτη νϚ´ μῆνας δ´ ἡμέραν μίαν. Τιβέριος ἔτη κβ´ <μῆνας Ϛ´ ἡμέρας κϚ´>. εἶτα Γάϊος ἕτερος ἔτη γ´ μῆνας ι´ ἡμέρας ζ´. Κλαύδιος ἔτη ιγ´ μῆνας η´ ἡμέρας κ´. Νέρων ἔτη ιγ´ μῆνας ζ´ ἡμέρας κζ´. Γάλβας μῆνας ἑπτὰ ἡμέρας Ϛ´. Ὄθων μῆνας γ´ ἡμέρας ε´. Οὐϊτέλλιος μῆνας η´ ἡμέρας β´. Οὐεσπασιανὸς ἔτη θ´ μῆνας ια´ ἡμέρας κβ´. Τίτος ἔτη β´ μῆνας β´ ἡμέρας κ´. Δομετιανὸς ἔτη ιε´ ἡμέρας ε´. Νερούας ἐνιαυτὸν μῆνας δ´ ἡμέρας ι´. Τραϊανὸς ἔτη ιθ´ μῆνας ἓξ ἡμέρας ιδ´. Ἁδριανὸς ἔτη κ´ μῆνας ι´ ἡμέρας κη´. Ἀντωνῖνος ἔτη κβ´ μῆνας ζ´ ἡμέρας κϚ´. Οὐῆρος ἔτη ιθ´ ἡμέρας ι´. γίνεται οὖν ὁ χρόνος τῶν Καισάρων μέχρι Οὐήρου αὐτοκράτορος τελευτῆς ἔτη σκε´. ἀπὸ οὖν τῆς Κύρου ἀρχῆς μέχρι τελευτῆς αὐτοκράτορος Οὐήρου, οὗ προειρήκαμεν, ὁ πᾶς χρόνος συνάγεται ἔτη ψμα´.
