23.
Μετὰ ταῦτα λέγει ὅτι, εἰ δέδοκτο αὐτῷ ταῦτα, καὶ τῷ πατρὶ πειθόμενος ἐκολάζετο, δῆλον ὅτι θεῷ γε ὄντι καὶ βουλομένῳ οὔτ' ἀλγεινὰ οὔτ' ἀνιαρὰ ἦν τὰ κατὰ γνώμην χρώμενα. Καὶ οὐχ ἑώρακέ γε αὐτὸς ἑαυτῷ παρὰ πόδας ἐναντία εἰπών. Εἰ γὰρ ἔδωκεν ὅτι ἐκολάζετο, ἐπεὶ δέδοκτο αὐτῷ ταῦτα, καὶ τῷ πατρὶ πειθόμενος ἐμπαρεῖχεν ἑαυτόν, δῆλον ὅτι ἐκολάζετο, καὶ οὐχ οἷόν τε ἦν μὴ εἶναι ἀλγεινὰ τὰ [προσαγόμενα ὑπὸ τῶν κολαζόντων]· ἀπροαίρετον γὰρ ὁ πόνος. [Εἰ δὲ βουλομένῳ οὔτε ἀλγεινὰ οὔτε ἀνιαρὰ] ἦν τὰ προσαγόμενα, πῶς ἔδωκε τὸ ἐκολάζετο; Οὐχ ἑώρακε δὲ ὅτι ἅπαξ ἀναλαβὼν τὸ διὰ γενέσεως σῶμα ἀνείληφεν αὐτὸ καὶ πόνων δεκτικὸν τυγχάνον [καὶ τῶν τοῖς σώμασι] συμβαινόντων ἀνιαρῶν, εἰ τοῦ ἀνιαροῦ μὴ ὡς προαιρετικοῦ ἀκούοιμεν. Ὥσπερ οὖν βουληθεὶς ἀνείληφε σῶμα οὐ πάντῃ ἄλλης φύσεως παρὰ τὴν ἀνθρωπίνην σάρκα, οὕτως συνανείληφε τῷ σώματι καὶ τὰ ἀλγεινὰ αὐτοῦ καὶ τὰ ἀνιαρά, ὧν πρὸς τὸ μὴ παθεῖν κύριος οὐκ ἦν, ἐπὶ τοῖς διατιθεῖσιν ὄντος προσάγειν [αὐτῷ τὰ ἀλγεινὰ καὶ τὰ ἀνιαρά.] Προαπελογησάμεθα δὲ ἐν τοῖς ἀνωτέρω ὅτι βουληθεὶς μὴ ἥκειν εἰς χεῖρας ἀνθρώπων οὐκ ἐληλύθει ἄν. Ἦλθε δέ, ἐπεὶ ἐβούλετο, διὰ τὸ προαποδεδομένον ἐκ τοῦ αὐτὸν ὑπὲρ ἀνθρώπων ἀποθανεῖν τῷ παντὶ χρήσιμον.