• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος τρίτος

6.

Ὁ τοίνυν Κέλσος, οὐ γενόμενος δίκαιος ἐξεταστὴς τῶν λεγομένων παρ' Αἰγυπτίοις ἑτέρως καὶ παρ' Ἑβραίοις ἄλλως, ἀλλὰ προκαταληφθεὶς ὡς ὑπὸ φιλτέρων τῶν Αἰγυπτίων, τοῖς μὲν ἀδικήσασι τοὺς ξένους συγκατέθετο ὡς ἀληθέσι τοὺς δ' ἀδικηθέντας Ἑβραίους στασιάζοντας εἶπε τὴν Αἴγυπτον καταλελοιπέναι, οὐχ ὁρῶν τίνα τρόπον οὐ δύναται τηλικοῦτο στασιῶδες πλῆθος Αἰγυπτίων, ἀρχὴν ἔχον τὴν στάσιν, γενέσθαι ἔθνος ἅμα τῷ στασιάζειν καὶ τὴν διάλεκτον ἀμεῖβον, ἵν' οἱ τέως τῇ Αἰγυπτίων φωνῇ χρώμενοι αἰφνίδιον τὴν Ἑβραίων διάλεκτον συμπληρῶσιν. Ἔστω δὲ καθ' ὑπόθεσιν καταλιπόντας αὐτοὺς τὴν Αἴγυπτον μεμισηκέναι καὶ τὴν σύντροφον φωνήν· πῶς οὖν τὸ μετὰ τοῦτο οὐχὶ μᾶλλον τῇ Σύρων ἐχρῶντο διαλέκτῳ ἢ τῇ Φοινίκων, ἀλλὰ τὴν ἑβραΐδα ἑτέραν παρ' ἀμφοτέρας συνεστήσαντο; Τοῦτο δέ μοι βούλεται ὁ λόγος συνάγειν ὅτι ψεῦδος τὸ Αἰγυπτίους τὸ γένος ὄντας τινὰς ἐστασιακέναι πρὸς Αἰγυπτίους καὶ τὴν Αἴγυπτον καταλελοιπέναι καὶ ἐπὶ τὴν Παλαιστίνην ἐληλυθέναι τήν τε νῦν καλουμένην Ἰουδαίαν ᾠκηκέναι. Ἑβραίων γὰρ καὶ διάλεκτος πάτριος πρὸ τῆς εἰς Αἴγυπτον αὐτῶν καθόδου ἦν, καὶ ἑβραϊκὰ γράμματα ἕτερα παρὰ τὰ Αἰγυπτίων ἦν, οἷς Μωϋσῆς χρησάμενος ἔγραψε τὰς παρὰ Ἰουδαίοις πεπιστευμένας εἶναι ἱερὰς πέντε βίβλους.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy