• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος τέταρτος

91.

Ἀλλὰ καὶ εἴπερ οἰωνοὶ οἰωνοῖς μάχονται <καί>, ὥς φησιν ὁ Κέλσος, θείαν φύσιν ἔχοντες οἱ μαντικοὶ ὄρνεις καὶ τὰ ἄλλα ἄλογα ζῷα καὶ ἐννοίας τοῦ θείου καὶ πρόγνωσιν περὶ μελλόντων τὰ τοιαῦτα ἑτέροις προεδήλουν· οὔτ' ἂν ἡ καθ' Ὅμηρον στρουθὸς ἐνόσσευσεν ὅπου δράκων ἔμελλεν αὐτὴν καὶ τὰ τέκνα ἀφανίσειν, οὔτ' ἂν ὁ κατὰ τὸν αὐτὸν ποιητὴν δράκων οὐκ ἐφυλάξατο ὑπὸ τοῦ ἀετοῦ ληφθῆναι. Φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα·

Ἔνθ' ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινός,

σμερδαλέος, τὸν δ' αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε,

βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.

Ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,

ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες,

ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα.

Ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·

μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·

τὴν δ' ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.

Αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν,

τὸν μὲν ἀρίζηλον θῆκεν θεός, ὅσπερ ἔφηνε·

λᾶαν γάρ μιν θῆκε Κρόνου παῖς ἀγκυλομήτεω.

Ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.

Ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας.

Περὶ δὲ τοῦ δευτέρου, ὅτι

Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,

αἰετὸς ὑψιπέτης, ἐπ' ἀριστερὰ λαὸν ἐέργων,

φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,

ζωόν, ἔτ' ἀσπαίροντα· ὁ δ' οὔπω λήθετο χάρμης.

Κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρήν,

ἰδνωθεὶς ὀπίσω· ὁ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε,

ἀλγήσας ὀδύνῃσι, μέσῳ δ' ἐγκάββαλ' ὁμίλῳ·

αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.

Τρῶες δ' ἐῤῥίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν

κείμενον ἐν μέσσοισι, Διὸς τέρας αἰγιόχοιο.

Ἆρ' οὖν ὁ μὲν ἀετὸς ἦν μαντικός, ὁ δὲ δράκων, ἐπεὶ καὶ τούτῳ χρῶνται τῷ ζῴῳ οἱ οἰωνοσκόποι, οὐκ ἦν μαντικός; Τί δέ, ἐπεὶ τὸ ἀποκληρωτικὸν εὐέλεγκτόν ἐστιν, οὐχὶ καὶ τὸ ἀμφοτέρους εἶναι μαντικοὺς ἐλεγχθείη ἄν; Οὐκ ἂν γὰρ ὁ δράκων ὢν μαντικὸς οὐκ ἐφυλάξατο τάδε τινὰ ἀπὸ τοῦ ἀετοῦ παθεῖν; Καὶ ἄλλα δ' ἂν μυρία τοιαῦτα εὕροι τις παραδείγματα, παριστάντα ὅτι οὐ τὰ ζῷα μέν ἐστιν ἐν ἑαυτοῖς ἔχοντα μαντικὴν ψυχήν· ἀλλὰ κατὰ μὲν τὸν ποιητὴν καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων

αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε,

κατὰ δέ τι σημεῖον καὶ Ἀπόλλων ἀγγέλῳ χρῆται ἱέρακι· «κίρκος» γὰρ «Ἀπόλλωνος» εἶναι λέγεται «ταχὺς ἄγγελος».

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung