57.
Εἰς δὲ τὸ πῶς πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; προείρηται μὲν ὅτι πᾶσιν ἄν, εἴπερ ἔγκλημά ἐστι τὸ τοιοῦτον, προσάγοιτο ἡ τοῦ Κέλσου λέξις τοῖς ἀποδεχομένοις πρόνοιαν· ἀπολογήσαιτο δ' ἄν τις ὅτι νουθετεῖν μὲν οὐκ ἀδυνατεῖ ὁ θεός, νουθετεῖ γὰρ διὰ πάσης γραφῆς καὶ διὰ τῶν χάριτι διδασκόντων θεοῦ τοὺς ἀκούοντας· εἰ μὴ ἄρα ἴδιόν τι σημαινόμενον ἐξακούοιτο εἰς τὸ νουθετεῖν τὸ καὶ ἐπιτυγχάνειν ἐν τῷ νουθετουμένῳ καὶ ἀκούεσθαι τὸν τοῦ διδάσκοντος λόγον, ὅπερ ἐστὶ παρὰ τὴν ἔννοιαν τοῦ τετριμμένου ἐν τῇ συνηθείᾳ σημαινομένου.
Εἰς δὲ τὸ πῶς πείθειν ἀδυνατεῖ; καὶ αὐτὸ προσαχθὲν ἂν πᾶσι τοῖς πρόνοιαν παραδεχομένοις, ταῦτα λεκτέον. Ἐπειδὴ τὸ πείθεσθαι ὡσπερεὶ τῶν καλουμένων ἀντιπεπονθότων ἐστίν, ἀνάλογον τῷ κείρεσθαι ἄνθρωπον, ἐνεργοῦντα τὸ παρέχειν ἑαυτὸν τῷ κείροντι· διὰ τοῦτο οὐ μόνης δεῖται τῆς τοῦ πείθοντος ἐνεργείας ἀλλὰ καὶ τῆς, ἵν' οὕτως ὀνομάσω, ὑποπτώσεως πρὸς τὸν πείθοντα ἢ παραδοχῆς τῶν λεγομένων ὑπὸ τοῦ πείθοντος. Διὰ τοῦτο οὐ παρὰ τὸ μὴ δύνασθαι τὸν θεὸν πείθειν λεκτέον τοὺς μὴ πειθομένους μὴ πείθεσθαι, ἀλλὰ παρὰ τὸ ἐκείνους μὴ δέχεσθαι τοὺς πειστικοὺς λόγους τοῦ θεοῦ.
Τοῦτο δὲ καὶ ἐπ' ἀνθρώπων λέγων τις, ὀνομαζομένων πειθοῦς δημιουργῶν, οὐκ ἂν ἁμάρτοι· δυνατὸν γὰρ καὶ τὸν ἄκρως κατειληφότα τὰ τῆς ῥητορικῆς θεωρήματα καὶ δεόντως αὐτοῖς χρώμενον πάντα μὲν ποιεῖν πρὸς τὸ πείθειν, μὴ τυγχάνοντα δὲ τῆς προαιρέσεως τοῦ ὀφείλοντος πείθεσθαι δοκεῖν μὴ πείθειν. Ὅτι δέ, κἂν τὸ πειστικοὺς λέγεσθαι λόγους ἀπὸ θεοῦ ἔρχηται, τό γε πείθεσθαι οὐκ ἔστιν ἀπὸ θεοῦ, σαφῶς ὁ Παῦλος διδάσκει λέγων· «Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.» Τοιοῦτόν ἐστι καὶ τὸ «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται». Ἵνα γάρ τις θέλῃ ἅπερ λέγει ὁ νουθετῶν καὶ εἰσακούσας αὐτῶν ἄξιος γένηται τῶν τοῦ θεοῦ ἐπαγγελιῶν, τῆς προαιρέσεως τοῦ ἀκούοντος δεῖ καὶ τῆς πρὸς τὰ λεγόμενα ἐπινεύσεως. Διόπερ ἐν Δευτερονομίῳ ἐμφαντικῶς εἰρῆσθαί μοι δοκεῖ τό· «Καὶ νῦν Ἰσραήλ, τί κύριος ὁ θεός σου αἰτεῖ παρὰ σοῦ ἀλλ' ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου <καὶ> πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ» «φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ»;