• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

26.

Εἰ δὲ τοῦτ' ἀμήχανον, δῆλον ὅτι οὔτε τοῦ θεοῦ εἰσιν οἱ δαίμονες· οὐ γὰρ ἄρχων αὐτῶν ὁ θεὸς ἀλλ' ὥς φασιν οἱ θεῖοι λόγοι, ὁ «Βεελζεβούλ»· οὔτε πιστευτέον δαίμοσι, κἂν Κέλσος ἐπὶ τούτους ἡμᾶς παρακαλῇ, ἀλλ' ἀποθανητέον πρὶν πεισθῆναι δαίμοσιν ἀλλὰ καὶ πᾶν ὁτιοῦν ὑπομενετέον πειθόμενον θεῷ. Οὕτως δὲ οὐδὲ καλλιερητέον δαίμοσι· καὶ γὰρ ἀδύνατόν ἐστι τοῖς φαύλοις καὶ ἀνθρώπων κακωτικοῖς καλλιερεῖν. Ἀλλὰ καὶ κατὰ ποίους νόμους ἡμᾶς βούλεται Κέλσος καλλιερεῖν τοῖς δαίμοσιν; Εἰ μὲν γὰρ κατὰ τοὺς κειμένους ἐν ταῖς πόλεσι, κατασκευαζέτω ὅτι συνᾴδουσι τοῖς θείοις νόμοις· εἰ δὲ τοῦτο μὴ δύναται – οὐ γὰρ κἂν ἀλλήλοις ταὐτὰ λέγουσιν οἱ τῶν πολλῶν πόλεων νόμοι – , δηλονότι οὐδὲ κυρίως νόμους ἢ φαύλων νόμους, οἷς οὐ πιστευτέον· «πειθαρχεῖν» γὰρ «δεῖ μᾶλλον θεῷ ἢ ἀνθρώποις».

Ἄπαγε δὴ τὴν τοῦ Κέλσου συμβουλήν, λέγοντος προσευκτέον εἶναι δαίμοσι, καὶ οὐδὲ κατὰ τὸ ποσὸν ἀκουστέον αὐτῆς· μόνῳ γὰρ προσευκτέον τῷ ἐπὶ πᾶσι θεῷ, καὶ προσευκτέον γε τῷ μονογενεῖ καὶ πρωτοτόκῳ «πάσης κτίσεως» λόγῳ θεοῦ, καὶ ἀξιωτέον αὐτὸν ὡς ἀρχιερέα τὴν ἐπ' αὐτὸν φθάσασαν ἡμῶν εὐχὴν ἀναφέρειν ἐπὶ τὸν θεὸν αὐτοῦ καὶ θεὸν ἡμῶν καὶ πατέρα αὐτοῦ καὶ πατέρα τῶν βιούντων κατὰ τὸν λόγον τοῦ θεοῦ. Ὥσπερ δὲ οὐκ ἂν βουλοίμεθα εὐμενεῖς ἔχειν ἀνθρώπους τοὺς βουλομένους ἡμᾶς βιοῦν κατὰ τὴν αὐτῶν κακίαν, ἐὰν μηδενὶ τυγχάνωσιν ὄντες εὐμενεῖς τῶν τὰ ἐναντία αὐτοῖς αἱρουμένων, ἐπεὶ ἡ εὐμένεια αὐτῶν ἐχθροὺς ἡμᾶς ποιεῖ θεῷ, τάχα μὴ γινομένῳ εὐμενεῖ τοῖς θέλουσι τοὺς τοιούτους ἔχειν εὐμενεῖς· τὸν αὐτὸν τρόπον οἱ νοήσαντες δαιμόνων φύσιν καὶ προαίρεσιν καὶ κακίαν οὐκ ἄν ποτε βούλοιντο εὐμενεῖς ἔχειν τοὺς δαίμονας.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung