30.
Τὸ μὲν γὰρ εἰδωλόθυτον θύεται δαιμονίοις, καὶ οὐ χρὴ τὸν τοῦ θεοῦ ἄνθρωπον κοινωνὸν «τραπέζης δαιμονίων» γίνεσθαι· τὰ δὲ πνικτὰ τοῦ αἵματος μὴ ἐκκριθέντος, ὅπερ φασὶν εἶναι τροφὴν δαιμόνων, τρεφομένων ταῖς ἀπ' αὐτοῦ ἀναθυμιάσεσιν, ἀπαγορεύει ὁ λόγος, ἵνα μὴ τραφῶμεν τροφῇ δαιμόνων, τάχα τινῶν τοιούτων πνευμάτων συντραφησομένων ἡμῖν, ἐὰν μεταλαμβάνωμεν τῶν πνικτῶν. Ἐκ δὲ τῶν εἰρημένων περὶ τῶν «πνικτῶν» σαφὲς εἶναι δύναται τὸ περὶ τῆς ἀποχῆς τοῦ «αἵματος». Καὶ οὐκ ἀπίθανόν γε γενόμενόν με κατὰ τοὺς τόπους ὑπομνησθῆναι χαριεστάτης γνώμης, ᾗ καὶ οἱ πολλοὶ τῶν Χριστιανῶν ἀναγεγραμμένῃ ἐν ταῖς Σέξτου γνώμαις ἐντυγχάνουσιν, οὕτως ἐχούσῃ· «Ἐμψύχων χρῆσις μὲν ἀδιάφορον, ἀποχὴ δὲ λογικώτερον.» Οὐχ ἁπλῶς οὖν κατά τι πάτριον τῶν νομιζομένων ἱερείων εἶναι καὶ θυομένων παρὰ τοῖς λεγομένοις θεοῖς ἢ ἥρωσιν ἢ δαίμοσιν ἀπεχόμεθα ἀλλὰ διὰ λόγους πλείονας, ὧν ἀπὸ μέρους ἐξεθέμην τινάς. Ἀλλὰ καὶ οὐχ, ὥσπερ ἀφεκτέον πάσης κακίας καὶ τῶν ἀπὸ κακίας, καὶ ζῴων ἁπάντων βρώσεως. Ἀφεκτέον δὲ οὐ μόνον ζῴων βρώσεως ἀλλὰ καὶ παντὸς οὑτινοσοῦν, εἰ ἀπὸ κακίας καὶ τῶν ἀπὸ κακίας χρησαίμεθα τοῖς βρώμασιν· ἀφεκτέον γὰρ τοῦ ἐσθίειν κατὰ γαστριμαργίαν ἢ κατὰ τὸ ἄγεσθαι ὑφ' ἡδονῆς χωρὶς τῆς εἰς ὑγείαν τοῦ σώματος καὶ θεραπείαν αὐτοῦ προθέσεως.
Οὐδαμῶς μέντοι γε λέγοντες μετενσωμάτωσιν εἶναι ψυχῆς καὶ κατάπτωσιν αὐτῆς μέχρι τῶν ἀλόγων ζῴων δηλονότι οὐδ' ὁμοίως Πυθαγόρᾳ, κἂν ἀπεχώμεθά ποτε ζῴων, οὐ χρησόμεθα αὐτῶν ταῖς σαρξί. Ψυχὴν γὰρ λογικὴν τιμᾶν μόνην ἡμεῖς ἴσμεν καὶ τὰ ταύτης ὄργανα μετὰ τιμῆς παραδιδόναι κατὰ τὰ νενομισμένα ταφῇ· ἄξιον γὰρ τὸ τῆς λογικῆς ψυχῆς οἰκητήριον μὴ παραῤῥιπτεῖν ἀτίμως καὶ ὡς ἔτυχεν ὁμοίως τῷ τῶν ἀλόγων, καὶ μάλιστα ὅτε οἱ <Χριστιανοὶ> τὴν τιμὴν τοῦ σώματος, ἔνθα λογικὴ ψυχὴ ᾤκησε, πεπιστεύκασι καὶ ἐπ' αὐτὸν φθάσαι <τὸν> δεξάμενον καλῶς ἀγωνισαμένην διὰ τοιούτου ὀργάνου ψυχήν. Περὶ δὲ τοῦ «Πῶς οἱ νεκροὶ ἐγείρονται, καὶ ποίῳ σώματι ἔρχονται», ἐν τοῖς ἀνωτέρω δι' ὀλίγων, ὡς ἀπῄτει ἡ γραφή, παρεστήσαμεν.
