70.
Ἀλλ' οἱ καθ' ὑπόθεσιν Κέλσου πάντες ἂν πεισθέντες Ῥωμαῖοι εὐχόμενοι περιέσονται τῶν πολεμίων ἢ οὐδὲ τὴν ἀρχὴν πολεμήσονται, φρουρούμενοι ὑπὸ θείας δυνάμεως, τῆς διὰ πεντήκοντα δικαίους πέντε πόλεις ὅλας ἐπαγγειλαμένης διασῶσαι. Ἅλες γάρ εἰσι τηρητικοὶ τῶν ἐπὶ γῆς συστάσεων τοῦ κόσμου οἱ τοῦ θεοῦ ἄνθρωποι, καὶ συνέστηκε τὰ ἐπὶ γῆς, ὅσον οἱ ἅλες οὐ τρέπονται· «Ἐὰν γὰρ τὸ ἅλας μωρανθῇ», «οὔτ' εἰς γῆν οὔτ' εἰς κόπρον» «ἰσχύει ἔτι» ἀλλὰ «βληθὲν ἔξω» καταπατηθήσεται «ὑπὸ τῶν ἀνθρώπων». «Ὁ δ' ἔχων ὦτα ἀκουέτω», πῶς ταῦτα λέγεται. Καὶ ἡμεῖς δέ, ὅτε μὲν ἐπιτρέπει ὁ θεὸς τῷ πειράζοντι δοὺς ἐξουσίαν τὴν τοῦ διώκειν ἡμᾶς, διωκόμεθα· ὅτε δ' ὁ θεὸς <οὐ> βούλεται τοῦθ' ἡμᾶς πάσχειν, καὶ ἐν μισοῦντι ἡμᾶς τῷ κόσμῳ παραδόξως εἰρήνην ἄγομεν καὶ θαῤῥοῦμεν ἐπὶ τῷ εἰπόντι· «Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ ἀληθῶς νενίκηκε «τὸν κόσμον», διόπερ <ἰσχύει ὁ κόσμος> εἰς ὅσον <ὁ> νικήσας αὐτὸν βούλεται, λαβὼν ἀπὸ τοῦ πατρὸς τὸ νικᾶν «τὸν κόσμον»· θαῤῥοῦμεν δὲ τῇ ἐκείνου νίκῃ.
Εἰ δὲ βούλεται πάλιν ἡμᾶς ἀθλεῖν καὶ ἀγωνίζεσθαι περὶ εὐσεβείας, ἡκέτωσαν ἀνταγωνισταί, πρὸς οὓς ἐροῦμεν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.» Καὶ γὰρ δύο στρουθίων πιπρασκομένων, ὡς ὠνόμασεν ἡ γραφή, «ἀσσαρίου», «ἓν εἰς παγίδα οὐ πίπτει ἄνευ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός». Καὶ ἐπὶ τοσοῦτον πάντα ἡ θεία περιείληφε πρόνοια, ὡς μηδὲ τὰς τρίχας «τῆς κεφαλῆς» ἡμῶν ἐκπεφευγέναι τὸ ὑπ' αὐτοῦ ἠριθμῆσθαι.