LXI.
Τοιαῦτα βασιλεὺς ὡσανεὶ θεοῦ μεγαλοφωνότατος κήρυξ τοῖς ἐπαρχιώταις ἅπασι δι’ οἰκείου προσεφώνει γράμματος, δαιμονικῆς μὲν ἀπείργων τοὺς ἀρχομένους πλάνης, τὴν δ’ ἀληθῆ μετιέναι θεοσέβειαν ἐγκελευόμενος. φαιδρυνομένῳ δ’ αὐτῷ ἐπὶ τούτοις φήμη τις διαγγέλλεται ἀμφὶ ταραχῆς οὐ σμικρᾶς τὰς ἐκκλησίας διαλαβούσης, ἐφ’ ᾗ τὴν ἀκοὴν πληγεὶς ἴασιν τῷ κακῷ περιενόει. τὸ δ’ ἦν ἄρα τοιόνδε. ἐσεμνύνετο μὲν ὁ τοῦ θεοῦ λεὼς ταῖς βασιλέως καλλωπιζόμενος πράξεσιν, οὐδ’ ἦν τις ἔξωθεν φόβος ταράττων, ὡς καὶ πρώην λαμπρᾶς καὶ βαθυτάτης εἰρήνης ἁπανταχόθεν τὴν ἐκκλησίαν θεοῦ χάριτι περιφραττούσης· φθόνος δ’ ἄρα καὶ τοῖς ἡμετέροις ἐφήδρευε καλοῖς, εἴσω μὲν εἰσδυόμενος, μέσος δ’ ἐν αὐτοῖς χορεύων τοῖς τῶν ἁγίων ὁμίλοις. συμβάλλει δῆτα τοὺς ἐπισκόπους, στάσιν ἐμβαλὼν ἐρεσχελίας θείων προφάσει δογμάτων, κἄπειθ’ ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξεκάετο, ἄκρας μὲν ὥσπερ ἀπὸ κορυφῆς ἀρξάμενον τῆς Ἀλεξανδρέων ἐκκλησίας, διαδραμὸν δὲ τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην τήν τ’ ἐπέκεινα Θηβαΐδα, ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο ἐπαρχίας τε καὶ πόλεις, ὥστ’ οὐ μόνους ἦν ἰδεῖν τοὺς τῶν ἐκκλησιῶν προέδρους λόγοις διαπληκτιζομένους, ἀλλὰ καὶ τὰ πλήθη κατατεμνόμενα, τῶν μὲν ὡς τούσδε τῶν δὲ θατέροις ἐπικλινομένων. τοσοῦτον δὲ διήλαυνεν ἀτοπίας ἡ τῶν γινομένων θέα, ὥστ’ ἤδη ἐν αὐτοῖς μέσοις τοῖς τῶν ἀπίστων θεάτροις τὰ σεμνὰ τῆς ἐνθέου διδασκαλίας τὴν αἰσχίστην ὑπομένειν χλεύην.