XXXV.
Παρεατέον δὲ οὐδὲ τὸ τῶν οὐσιῶν, ὧν ἕκαστοι κατὰ διαφόρους ἐστερήθησαν προφάσεις. ἀλλ’ εἴτε τινὲς τὸν ἄριστόν τε καὶ θεῖον ὑποστάντες ἀγῶνα τοῦ μαρτυρίου ἀφόβῳ τε καὶ θαρραλέᾳ τῇ γνώμῃ τῶν ὄντων ἐστερήθησαν, εἴτε τινὲς ὁμολογηταὶ καταστάντες τὴν αἰώνιον ἐλπίδα παρεσκεύασαν ἑαυτοῖς, ὅσοι τε μετοικῆσαι καταναγκασθέντες, ὅτι μὴ τοῖς διώξασιν εἶξαν παριδόντες τὴν πίστιν, τῶν ὄντων ἐστέροντο καὶ αὐτοί, ἢ εἴ γέ τινες οὐδὲ καταγνωσθέντες θάνατον στέρησιν ἐδυστύχησαν τῶν ὄντων, τούτων τοῖς πρὸς γένους προσνέμεσθαι τοὺς κλήρους προστάττομεν. πάντως δὲ διαγορευόντων τῶν νόμων τῶν ἀγχιστέων τοῖς ἐγγυτέρω, ῥᾴδιον διαγινώσκειν οἷς προσήκουσιν οἱ κλῆροι, καὶ ὅτι οὗτοι κατὰ λόγον ἐπὶ τὴν διαδοχὴν ἔλθοιεν ἄν, οἵπερ ἦσαν οἰκειότεροι καὶ αὐτομάτῳ χρησαμένων ἐκείνων τῷ τέλει,