• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Épiphane de Salamine (315-403)
Ancoratus

Ἐπιστολὴ ἐκ πόλεως Σουέδρων

Ἐπιστολὴ γραφεῖσα ἀπὸ Παμφυλίας ἐκ πόλεως Σουέδρων ὑπὸ τῶν περὶ Ταρσῖνον καὶ Ματίδιον καὶ ἄλλους πρεσβυτέρους πρὸς Ἐπιφάνιον ἐπίσκοπον Κύπρου πόλεως Κωνσταντίας περὶ πίστεως αἰτησάντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς αὐτῆς πίστεως Τῷ κυρίῳ θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Ματίδιος καὶ Ταρσῖνος καὶ Νέων καὶ Νουμεριανός, πρεσβύτεροι τῆς ἐν Σουέδροις καθολικῆς ἐκκλησίας, ἐν κυρίῳ θεῷ χαίρειν.

1. Ποικίλως ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος εἴωθε ταράττειν καὶ τὰ ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων. «ὁ μέντοι στερεὸς θεμέλιος» κατὰ τὸ γεγραμμένον «ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ.» 2. οἱ δὲ πάντα εὐχερεῖς αἱρετικοὶ παρέντες τὴν κατὰ τοῦ Ἰησοῦ βλασφημίαν ἑτέρως εἰς τὸν θεὸν ἀσεβοῦσι, κατὰ τοῦ ἁγίου πνεύματος τὴν ἰδίαν «γλῶσσαν μεγαλύνοντες» καὶ «ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες». 3. ἀλλ’ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὑγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανεῤῥώσθησαν χάριτι κυρίου, διά τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτουργοῦ σου Προκλιανοῦ. 4. ἐπειδὴ δὲ λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι’ ὑμῶν τῶν ἐμπείρων γεωργῶν εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τέλεον ἐκκοπῆναι, τούτου χάριν γράφοντες τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν ἁγίων προσευχῶν σου καταισχυνθῆναι. ἐῤῥῶσθαί σε πολλοῖς χρόνοις καὶ μεμνῆσθαι ἡμῶν ἐν εὐχαῖς θεῷ εὐχόμεθα.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité