• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

96.

1. Πεισάτω τοὺς ἀπίστους ἡ δύναμις τοῦ κυρίου, <οὗ> οὐδεὶς «ἀνθίσταται τῷ βουλήματι». ἀκουσάτω Μωυσῆς καὶ ἐπιδεικνύτω. «τί ἐν τῇ χειρί σου;» φησὶν ὁ κύριος· ὁ δὲ εἶπε «ῥάβδος». ἡ δὲ ῥάβδος ξυλίνη ἦν αὕτη, ξηρὰ δὲ πάντως. καί φησι «ῥῖψον αὐτὴν ἐπὶ τῆς γῆς. 2. καὶ ἔῤῥιψε» τὴν ξηρὰν ῥάβδον. καὶ τὸ ξηρὸν ὁ θεὸς ὑγρὸν ἐπετέλει καὶ οὐ μόνον ὑγρόν, ἀλλὰ καὶ ἔμψυχον, ἀλλὰ καὶ τῇ φύσει παρηλλαγμένον καὶ τῇ οὐσίᾳ ἑτέρως ἐσχηματισμένον. 3. οὐκ ἦν φάντασμα τὸ ἔργον· ἀλήθεια γὰρ θεοῦ προστάγματι ἐργάζεται καὶ οὐ φαντασία. ἐν ἅπασι γὰρ διορθουμένην τὴν ἡμῶν διάνοιαν παρέστησε διὰ Μωυσέως <πρὸς> τὴν ἀλήθειαν. 4. ἔγνω γὰρ ὁ προφήτης ὅτι τὸ γινόμενον οὐκ ἦν δοκήσει, ἀλλ’ ἀληθείᾳ ἐν τῷ ἀποδρᾶσαι· εἰ γὰρ φαντασίαν ᾔδει τὸ γινόμενον, οὐκ ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ ὄφεως. 5. ἀλλὰ μὴ πάλιν τοῦτο εἰς σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ἡ ῥάβδος, «ὁ δὲ θεὸς ἔδωκεν» αὐτῇ ἀλλοῖον «σῶμα, ὡς ἠθέλησε». καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν, 6. ἀλλ’ αὐτὴν ἐκείνην τὴν ξηρὰν οὖσαν ἐψύχωσεν· ὅτι τοῦτο τὸ δοθὲν τῇ ῥάβδῳ σῶμα καὶ κινούμενον ὑπ’ αὐτοῦ γένος ἢ εἶδος εἰς κρίσιν ὁ θεὸς οὐκ ἐκάλει οὐδὲ ἀντὶ τῆς ῥάβδου τὸν δράκοντα ἠθέλησε δικάζειν, 7. ἀλλὰ πληροφορίαν μὲν διὰ τῆς ῥάβδου ἀναστάσεως εἰργάσατο, τὸ δὲ ἴδιον δυνατὸν ὁ θεὸς ἀπεδείκνυ, ἵνα μή τις ἀπιστήσῃ τῷ δυνατῷ ἐν πᾶσι. καὶ αὐτὸ δὲ μετὰ πάσης ἀσφαλείας ἐποιήσατο· οὐ γὰρ μέρος τι τῆς ῥάβδου ἤγειρεν, ἀλλ’ ὅλην τὴν ῥάβδον μετέβαλεν ὡς ἠθέλησε.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung