97.
1. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει καὶ οἱ νεκροὶ ἐλπίδα ἔχουσι ζωῆς αἰωνίου καὶ «οἱ ἐν μνήμασιν ἀναστήσονται», κάλει μοι πάλιν μάρτυρα τὸν ἀξιόπιστον Μωυσέα. πλημμελήσαντος γὰρ τοῦ Ῥουβεὶμ ἐπαρᾶται αὐτῷ ὁ πατὴρ αὐτοῦ ὁ ἅγιος Ἰακὼβ ὁ πατριάρχης καί φησι «Ῥουβεὶμ πρωτότοκός μου καὶ ἀρχὴ τέκνων μου, ἐξύβρισας ὡς ὕδωρ· μὴ ἐκζέσῃς. ἀνέβης γὰρ εἰς τὴν κοίτην τοῦ πατρός σου καὶ ἀπεκάλυψας φησίν, οὗ ἀνέβης». 2. ἐν δὲ τῷ Ἑβραϊκῷ ἐλθωθάρ, ὅπερ ἐστὶν ἑρμηνευόμενον μὴ ἀνακάμψῃς ἢ μὴ προστεθείης ἢ πάλιν μὴ περισσεύσῃς, ψιλούμενον δὲ τῇ λέξει μὴ ἐκζέσῃς· οἱ δὲ ἑρμηνευταὶ ἐξέδωκαν οὕτως. 3. καὶ <εἰ> θέλεις μαθεῖν ὅτι ταῦθ’ οὕτως ἔχει καὶ θάνατος ἀπὸ πατρὸς ὡρίζετο τούτῳ ἡμαρτηκότι, Μωυσῆς σοι σαφηνίσει. 4. εὐλογῶν γὰρ καὶ αὐτὸς τὰς δώδεκα φυλὰς ἐπὶ τὸν Ῥουβεὶμ ἐλθὼν καὶ γνοὺς ὅτι ἱερεὺς Λευί (ἐν χειρὶ γὰρ τῆς ἱερωσύνης ἐλύετο καὶ ἐδεσμεύετο τὰ ἁμαρτήματα), φησί «ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ». 5. πῶς δὲ ἐδύνατο ζῆν ὁ πρὸ ἑκατὸν εἴκοσι ἓξ ἐτῶν τεθαμμένος· 6. ἀλλ’ ἐπεὶ ᾔδει καὶ τὴν ἀνάστασιν κατὰ πάντα μέλλουσαν ἔσεσθαι, οἶδε δὲ θάνατον δεύτερον τὸν διὰ καταδίκης ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βουλόμενος αὐτὸν ἀντὶ τῆς μιᾶς τιμωρίας κουφίσαι ἀπὸ τῶν μελλόντων φησί «ζήτω» 7. (ἐν τῇ ἀναστάσει, σημαίνων· ᾔδει γὰρ ὅτι ζήσονται ἅπαντες) «καὶ μὴ ἀποθάνῃ», τουτέστι μὴ περιβληθῇ θανάτῳ δευτέρῳ τῷ διὰ καταδίκης καὶ βασάνῳ αἰωνίᾳ. 8. εἰ γὰρ περὶ τῆς ζημίας τῆς ζωῆς αὐτῷ ἔμελεν, ἤρκει εἰπεῖν μόνον «ζήτω Ῥουβείμ»· ἐπειδὴ δὲ περὶ τῶν μελλόντων σημαίνει, λέγει «ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ».