99.
1. Καὶ εἰς τὸ μή τινα πάλιν ἀμφιβάλλειν καὶ ἄλλους εἰς Ἅιδην κατήγαγε μετὰ τῶν σωμάτων. ἤνοιξε γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε Δαθὰν καὶ Ἀβειρών, τοὺς υἱοὺς Κορὲ καὶ Αὐνᾶν, καὶ κατέβησαν εἰς Ἅιδην ζῶντες <σὺν> σώματι καὶ ψυχῇ. ἀπ’ αὐτῆς γὰρ τῆς ὥρας εἰς κρίσιν παρεδόθησαν, μήτε τῶν σωμάτων λυθέντων μήτε λειψάνου παραδοθέντος ἢ μέρους, ἀλλὰ ὅλων σὺν σώματι καὶ ψυχῇ εἰς τιμωρίαν παροδοθέντων. 2. ὁ Ἰώβ φησιν «ἕως πάλιν γένωμαι» καί «<ἀναστήσαι> τὸ σῶμα τοῦτο τὸ ἀντλοῦν ταῦτα» καί «ἀνακαινιεῖς με» καὶ πάλιν «ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου», Ἠσαΐας δέ «ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις»· ἦλθε γὰρ ὁ «λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις». 3. λέγει δὲ Ἰώβ «ἄνθρωπος δὲ κοιμηθεὶς οὐκέτι οὐ μὴ ἐγερθῇ οὔτε ἐπιγνώσεται τὸν τόπον αὐτοῦ». καὶ γὰρ ἀληθῶς καθ’ ἡμέραν οὐ γίνεται ἡ ἀνάστασις, ἀλλ’ εἰς μίαν ὥρισται ἡμέραν. δεικνὺς δὲ ὅτι οἶδεν εἰς ποίαν προθεσμίαν προσεδόκα, εὐθὺς ἔλυσε τὸ ζήτημα «ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ». 4. ὅσον γὰρ ἔστιν <ὁ> οὐρανὸς καὶ ἡ γῆ, ἔτι καὶ τὰ σώματα ἐν τῇ γῇ ὑπάρχει. ὅταν δὲ ἔλθῃ «ὁ ἑλίσσων τὸν οὐρανὸν ὡς βιβλίον» καὶ τινάσσων τὴν γῆν, τότε «ἐγερθήσονται καὶ οἱ ἐπὶ τῆς γῆς χώματος». 5. διὰ τοῦτο λέγει τῷ Ἰεζεκιήλ «υἱὲ ἀνθρώπου, εἰπὲ συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν» καὶ ἐγένετο οὕτως· καί «γενέσθαι ἐπ’ αὐτὰ νεῦρα καὶ φλέβας, σάρκας καὶ τρίχας καὶ ὄνυχας»· καὶ πάλιν «εἰπὲ υἱὲ ἀνθρώπου, ἐλθὲ τὸ πνεῦμα ἀπὸ τῶν τεσσάρων γωνιῶν τῆς γῆς», τῶν τόπων δηλαδὴ τῶν ταῖς ψυχαῖς ἀποτεταμιευμένων. 6. καὶ τίνι τῷ λόγῳ αὐτὸς ὁ κύριος οὐ λέγει, ἀλλὰ κελεύει τῷ ἀνθρώπῳ λέγειν; ὅτι ὃ λέγει κύριος ἅμα καὶ ποιεῖ καὶ οὐκέτι λύεται· τῷ δὲ ἀνθρώπῳ προσέταξε λέγειν, ἵνα μετὰ τὸ ἀναστῆναι πρὸς τὴν ὥραν σημανθῇ μὲν ἡμῶν ἡ ἐλπὶς τῆς σωτηρίας, ἀνθρώπου δὲ λόγος λυθῇ καὶ οὐ τοῦ κυρίου. ἤμελλον γὰρ πάλιν ἀποθνῄσκειν ἐκεῖνα τὰ ὀστᾶ. ὅταν δὲ εἴπῃ ὁ κύριος, ἀνάστητε, ἐγείρονται καὶ οὐκ ἀποθνῄσκουσι· θεοῦ γὰρ λόγος οὐ λυθήσεται.