• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

100.

1. Διὰ τοῦτο καὶ ὁ κύριος ἐν σαρκὶ ἐλθὼν ἤγειρε νεκρούς, ἵνα τὸ διὰ τῆς σαρκὸς πάλιν κοιμηθῇ, ἕως αὐτὴ ἡ σὰρξ ἀναστῇ καὶ μηκέτι ἀποθάνῃ καὶ σιωπήσῃ τοῦτο <τὸ> λέγειν μόνῳ ἑνί· «ἔγειραι», «δεῦρο ἔξω», ἕως ἂν ἔλθῃ καὶ μηκέτι ἑνικῶς εἴπῃ, ἔγειραι, ἀλλ’ ἐγείρεσθε πάντες, τὴν καθολικὴν ἀνάστασιν ἐργαζόμενος· αὐτὸς γάρ ἐστιν ἡ ἀνάστασις τῶν νεκρῶν. 2. ὧδε γὰρ μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν οὐδένα ἤγειρε <εἰ μὴ> τῶν προσφάτως τελευτησάντων. ἀνέστησαν γὰρ σὺν αὐτῷ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων καὶ ὤφθησαν πολλοῖς», «μετ’ αὐτοῦ εἰσελθόντες εἰς τὸν νυμφῶνα», κατὰ τὰ ἐν εὐαγγελίῳ γεγραμμένα. 3. καὶ οὐκ εἶπεν, ἀνέστη μέρος τῶν σωμάτων τῶν ἁγίων, ἀλλὰ σώματα τῶν ἁγίων· καί «ἐνεφανίσθησαν πολλοῖς», οὐκ ἄλλοι ὄντες παρὰ τοὺς τετελευτηκότας, ἀλλ’ ἐπιγινωσκόμενοι παρὰ τῶν ἰδίων, ὅτι οὐ πρὸ χρόνων ἦσαν τετελευτηκότες. 4. καὶ ἄλλοις δεῖξαι δὲ βουλόμενος ὁ κύριος ἡμῶν τὸ θαῦμα, τὰ δὴ δυσχερῆ ἐκεῖνα εὐχερῆ δεικνὺς ἐπετέλει. καὶ ὅτε μὲν ἔρχεται πρὸς τὴν προσφάτως τελευτήσασαν κόρην, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, ἐπειδὴ αὐτῇ τῇ ὥρᾳ τετελεύτηκε, κατηξίωσεν αὐτῇ εἰπεῖν· «ἀνάστηθι ἡ παῖς»· τῷ δὴ ἀνάστηθι ἰσχυροποιῶν τὸ ἤδη λελυμένον, ἐπειδὴ ἔτι ἐν τῇ κλίνῃ ἦν. 5. τὸν δὲ υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναΐν, ἐπειδὴ ἤδη ἐν τῇ σορῷ ἐξεφέρετο, εὐχερέστερον ἤγειρεν· «ἥψατο γὰρ τῆς σοροῦ» καὶ οὐκ εἶπέ τι τῷ παιδί, ἀλλὰ μόνον ἥψατο τῆς σοροῦ καὶ ἀνέστη. 6. τὸ δὲ ἔτι βαθύτατον καὶ παρ’ ἐλπίδα ἀνθρώπων πολλῷ μακρότερον, ὅτε ἦλθεν ἐπὶ τὸν τετραήμερον Λάζαρον, οὐδὲ εἶπεν ἀνάστηθι, οὐδὲ ἥψατο τῇ χειρὶ τοῦ μνήματος, ἀλλ’ οὕτως ἐν ἑτοίμῳ καλεῖ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, «Λάζαρε, δεῦρο ἔξω». 7. πολὺ δὲ εὐχερέστερόν ἐστι καὶ ἑτοιμότερον τό «δεῦρο ἔξω» παρὰ τὸ ἅψασθαι, τὸ δὲ ἅψασθαι πάλιν εὐχερέστερόν ἐστι πολὺ τοῦ καλέσαι «ἡ παῖς ἀνάστηθι». ὧδε δὲ πάντα ποιεῖ ὁ ἅγιος τοῦ θεοῦ Λόγος, ἵνα ἡμῖν τὴν ἐλπίδα ὑποδείξῃ τῆς ἀναστάσεως.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy