• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

5.

1. Ὡσαύτως καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἔρχεται» φησί «τὸ πνεῦμα τῆς ἀληθείας» καὶ ἔτι περὶ ἑαυτοῦ «ἐγώ εἰμι ἡ ἀλήθεια»· καὶ περὶ πατρός «τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν» καὶ περὶ τοῦ πνεύματος «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν». 2. τὸ δὲ πνεῦμα ἀῤῥήτως συμπρᾶττον τῷ υἱῷ «ἐκβάλλει αὐτὸν εἰς τὴν ἔρημον» «πειρασθῆναι ὑπὸ τοῦ διαβόλου» καὶ αὐτὸς ὁ κύριος «πνεῦμα κυρίου, οὗ εἵνεκεν ἔχρισέ με», 3. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐν προφήταις λαλοῦν «τάδε λέγει κύριος παντοκράτωρ» <καί> «ὁ λαλῶν ἐν τοῖς προφήταις κύριος», «ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα», βροντὴν μὲν τὴν ἐνηχουμένην ἀνθρώποις, κτίζων δὲ πνεῦμα εἰς ἐνέργειαν ὑετῶν ἀποστελλομένων ἀπὸ τοῦ θεοῦ τῇ γῇ. 4. καὶ περὶ μὲν κτισμάτων οὕτω φησί «στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα»· ταῦτα γὰρ κτιστὰ ὑπάρχει· «ἀπαγγέλλων δὲ τὸν Χριστὸν αὐτοῦ τοῖς ἀνθρώποις» οὐκέτι κτίζων οὐκέτι στερεῶν, 5. ἀλλ’ «ἀπαγγέλλων αὐτὸν τοῖς ἀνθρώποις», τὸν ἀληθῶς γεννηθέντα ἐξ ἀληθοῦς, τὸν ἄκτιστον, τὸν ἄτρεπτον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὄντα ἐκ τοῦ ἀεὶ ὄντος, τὸν διὰ <Μωυσέως καὶ> Ἰωάννου κηρυχθέντα ἀεὶ ὄντα· «ὁ ὤν, γάρ φησιν, ἀπέσταλκέ με» φησὶν ὁ Μωυσῆς καὶ ὁ Ἰωάννης «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο»· 6. ὢν ἐστὶν ὁ πατήρ, ὢν ἐστὶν ὁ υἱός, ὁ «ὢν πρὸς τὸν ὄντα», ἐξ αὐτοῦ γεννηθείς, οὐ συναλοιφὴ ὢν τῷ πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι, ἀεὶ δὲ υἱὸς γνήσιος <ὢν> σὺν πατρί, ἀεὶ πατὴρ γεννήσας τὸν υἱόν. 7. οὐκ ἦν γάρ ποτε καιρὸς ὅτε ὁ πατὴρ οὐκ ἦν πατήρ, οὐκ ἦν ποτὲ καιρὸς ὅτε [ὁ] υἱὸς οὐχ ὑπῆρχε πατρὶ τῷ μόνῳ. εἰ γὰρ ἦν καιρὸς ὅτε οὐκ ἦν πατήρ, ἄρα καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα τοῦ μονογενοῦς. 8. καὶ δοκοῦντες εἰς τὸν πατέρα εὐσεβεῖν τελείως ἀσεβοῦσιν. ἐν θεῷ γὰρ οὐ χρόνος οὐ καιρὸς οὐ στιγμὴ χρόνου οὐκ ἄτομον ὥρας οὐ ῥιπὴ ὀφθαλμοῦ οὐ διανοίας μετέωρον ἐνδέχεται, 9. ἀλλ’ ὅσον δἂν ἀναβῇ σου ἡ διάνοια υἱὸν καταλαμβάνειν καὶ πιστεύειν, νοεῖ ἅμα καὶ πατέρα. τὸ γὰρ ὄνομα ἐστὶ σημαντικόν. ὅταν γὰρ υἱὸν καλέσῃς, υἱὸν λέγων νοεῖς πατέρα· ἀπὸ γὰρ τοῦ υἱοῦ πατὴρ νοεῖται, καὶ ὅταν καλέσῃς πατέρα, σημαίνεις υἱόν· πατὴρ γὰρ πάντως υἱοῦ καλεῖται.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité