• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

104.

1. ἄλλος δὲ Ἡράκλειτος

Αἰγυπτίοις φησίν· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; (Τυφῶνα γὰρ καὶ Ὄσιριν καὶ ἄλλους καταχθονίους λιγυρῶς θρηνῳδοῦντες ὡς κεκηδευμένους πενθοῦσι). φησὶ γοῦν οὗτος· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; εἰ δὲ τεθνήκασι, μάτην θρηνεῖτε αὐτούς. 2. ἄλλος δέ, κωμικὸς Εὐδαίμων τοὔνομα, φησίν «εἴπερ εἰσὶ θεοί, οὐ δύναμαι περὶ αὐτῶν λέγειν οὐδ’ ὁποῖοί τινές εἰσι ἰδέαν δηλῶσαι. πολλὰ γάρ εἰσι τὰ κωλύοντά με». 3. καὶ Ὅμηρος δέ φησιν «οὐκ ἀγαθὸν πολυκοιρανίη». ὁ δὲ Φιλήμων, ἕτερος κωμικός, φησίν «οἱ ἕνα θεὸν σέβοντες ἐλπίδας ἔχουσι καλὰς εἰς σωτηρίαν». 4. Ἆπις γὰρ εὐθὺς ὁ ἀχυροφάγος μόσχος ὑπὸ Κάμπυος, τοῦ τῶν Ἀσσυρίων βασιλέως, ξίφει τὸν μηρὸν πλήττεται, ἵν’, εἰ ῥεύσει αἷμα, ἐλεγχθῇ μὴ ὢν θεός. 5. Κρονικοὶ δὲ οὐκ ἀρνοῦνται τὸν ἴδιον αὐτῶν θεὸν ἐγκαθεῖρχθαι ἁλύσεσι σιδηραῖς, οὕτως ἡγούμενοι. εἰ δέ τις ἐν καθείρξει ὑπάρχει, οὐχ ἁπλῶς ὅτι ἑνὶ μείζονι ὑπόκειται, ἀλλὰ καὶ ὡς κακοῦργος ὁ τοιοῦτος ἐν καθείρξει ἐστίν. 6. εἰ δὲ καὶ περὶ Ἴσιδός μοι ἔσται λόγος τῆς ἤδη καὶ Ἀτθίδος καὶ Ἰοῦς λεγομένης, θυγατρὸς δὲ Ἄπιδος τοῦ Καππαδόκου τοῦ καὶ Ἰνάχου καλουμένου, αἰσχύνομαι μὲν ἴσως τὰς ἐκείνων πράξεις ἀνακηρῦξαι· 7. πλὴν δὲ οὐκ αἰσχυνθήσομαι λέγειν ἃ αὐτοὶ προσκυνεῖν οὐκ αἰσχύνονται. αἰσχυνέσθωσαν δὲ οἱ ταύτης προσκυνηταὶ καὶ <τῆς> Ἀφρογενείας τὰς ἑαυτῶν θυγατέρας τε καὶ γυναῖκας καὶ ἀδελφὰς τὰς τῶν θεῶν αὐτῶν πράξεις μιμεῖσθαι παραινοῦντες. 8. καὶ εὐθὺς μὲν Ὀσίρεως ἐρῶσαι τοῦ ἰδίου αὐτῶν ἀδελφοῦ Τυφῶνός <τε> τοῦ ἄλλου ἀδελφοῦ τοὺς ἰδίους ἀδελφοὺς κατ’ ἀλλήλων στρατεύουσι. πολλὴ δὲ αἰσχύνη θεᾶς τῆς μήτε αἰδοῦς <τοῦ> ἰδίου ἀδελφοῦ αἰσθομένης, ἀλλ’ ἐρώσης μὲν καὶ μὴ ἀρκουμένης τοῖς ἔξωθεν ἀνδράσιν, ἀλλὰ καὶ ἕως τοῦ ἰδίου ἀδελφοῦ φθανούσης. 9. οὐ μόνον δέ, ἀλλὰ καὶ ἀδελφοκτονίαν διὰ τὴν ἰδίαν τῆς ἐπιθυμίας ἀκορεστίαν τοῖς φιλτάτοις ὑποδείκνυσι. 10. καὶ Ὧρον μὲν ἕνα γεννᾷ παῖδα, ἣ οὐκ ἠδυνήθη παραστῆσαι, τίς ὁ γνήσιος ἀληθῶς ἔστιν αὐτοῦ πατήρ. εἰ γὰρ μὲν Τυφῶνα ὀνομάσῃ, διστάζει μὴ οὐκ ἔστιν αὐτοῦ γονεύς· εἰ δὲ τὸν Ὄσιριν, τίς τούτου τὴν ἀκρίβειαν παραστήσειε; 11. καλὸν δὲ θεὸν <αὐτὸν γενέσθαι> ἡ τοιαύτη μήτηρ ἐδίδασκε, παραλαβοῦσα αὐτὸν καὶ ἐν Τύρῳ πορνεύσασα ἔτη δέκα. 12. Σέραπιν δὲ τὸν Ἆπιν βασιλέα <καλούμενον> Σινωπέων <παῖδες> θεοποιοῦντες τυραννίδι μᾶλλον ἐδούλευσαν ἤπερ ἀληθείᾳ.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung