• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

107.

1. Ταῦτα οὖν πάντα ὅταν <ἐν> μέσῃ τῇ ἐκκλησίᾳ ἀκριβοῦτε, κακὸν † ὑπόδειγμα θανασίμης ὁδοῦ τοὺς οὕτω προαχθέντας ὑπολύετε, ἄλλους δὲ ἀπὸ μοιχείας εἰς σωφροσύνην φέρετε καὶ μὴ μόνον τοῦ κλεψιγαμεῖν αὐτοὺς ἀπαλλάττετε, ἀλλὰ καὶ τῆς ἰδίας <γαμετῆς> κατὰ ἐγκράτειαν καταφρονεῖν, ὡς ἔτι «ὁ καιρὸς συνεσταλμένος ἐστίν», ὥς φησιν ὁ ἱερὸς ἀπόστολος, πόρνους δὲ κατηχεῖτε, ἵνα μὴ τὴν ἀθέμιτον πρᾶξιν παρὰ θεῷ τε καὶ ἀνθρώποις ἐργασάμενοι τιμωρηθῶσιν. 2. καὶ ὅταν πάντα ταῦτα διὰ στόματος καὶ δι’ ἔργων κάμνοντες παραδῶτε, πείθετε αὐτοὺς τὰ πάντα ἐγκαταδέξασθαι ὑμῶν, ἔργῳ πάντα πρῶτον πράξαντες καὶ ἐν αὑτοῖς ἀνατυπωσάμενοι, τοὺς λόγους πιστοποιοῦντες διὰ τῶν πράξεων, οἷς ἑαυτοὺς πρῶτον ἐδιδάξατε, ἵνα καὶ ἑτέρους μαθητεύσητε. 3. ἐπέχετε γὰρ καὶ σιωπῶντες τρόπον ἡλίου τοῦ καὶ σιωπῇ πάντας πανταχοῦ διδάσκοντος· εὐθὺς γὰρ ἀνατέλλων καὶ σιωπῶν τὰς τέχνας αὐτῶν πάντας ἀναδιδάσκει.

4. καὶ ὅταν μὲν τούτων ἁπάντων τὴν ὠφέλειαν τοῖς ἑαυτῶν τέκνοις εἴτ’ οὖν ἀδελφοῖς πιστοτάτοις παραδῶτε, προβιβάζετε μὲν αὐτοὺς ἐπὶ γῆς μὲν βαδίζειν, «ἐν οὐρανῷ» δὲ ἔχειν «τὸ πολίτευμα», μοναχῶν δὲ ζῆλον τοῖς πλείστοις ἐγγεννᾶτε· 5. διὰ τῆς ἐν ὑμῖν στεῤῥότητος καὶ ἀνυποκρίτου πίστεως αἱρεσιώτας στυγοῦντες, Μανιχαίους φιμοῦντες Μαρκιωνιστάς <τε> καὶ λοιποὺς ὁμοίους αὐτῶν, τῆς τοῦ θεοῦ μάνδρας ἀπελαύνετε, πάσας αὐτῶν τὰς προφάσεις παραλύοντες καὶ ἐπιστομίζοντες. 6. πόσα γὰρ κατὰ τοῦ θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τολμηρῶς καταφθέγγονται, κοῦφοι ὄντες καὶ κενοὶ ἀπὸ ἁγίου πνεύματος, εἴς τε τὸν τῶν ὅλων δημιουργὸν βλασφημοῦσι καὶ ὅσα καλὰ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τοῖς πᾶσιν ἀνθρώποις κατὰ προφητείαν <ἐν πνεύματι> ὁ θεὸς ἐχαρίσατο, οὗτοι μισοῦσι τά τε βαθύτατα τοῦ νόμου καὶ τῶν προφητῶν οἷα δὴ γεώδεις ὄντες καὶ σωματικοί, <ψυχικῶς> ἀνακρίνοντες οὐ νοοῦσι. 7. μάτην δὲ βλασφημοῦσιν. εὐθὺς τὴν αὐτῶν πλάνην μὴ ὀκνεῖτε ἀπὸ τῶν ἀκουόντων ἀποσείεσθαι <ἐλέγχοντες> αὐτοὺς ἀπὸ τῶν ἀληθινῶν ἀποδείξεων. διὰ γὰρ τῶν τοιούτων ῥημάτων οἱ ματαιόφρονες ὥσπερ φρύγανα ἐν ῥεύματι πλουσίου ποταμοῦ καταφέρονται.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité