• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

113.

1. Τῷ οὖν Σὴμ γίνονται παῖδες καὶ παίδων παῖδες κε´ ἕως ὅτε διεμερίσθησαν αἱ γλῶσσαι· καὶ εἰσὶ διεσπαρμένοι ἐν γλώσσαις καὶ φυλαῖς καὶ βασιλείαις. 2. τὰ δὲ ὀνόματα αὐτῶν ἐστι τάδε· Ἐλυμαῖοι Παίονες Λαζόνες Κοσσαῖοι Γασφηνοὶ [Παλαιστινοὶ] Ἰνδοὶ Σύροι Ἄραβες οἱ καὶ <Ταϊ>ανοὶ Ἀριανοὶ Μάρδοι Ὑρκανοὶ Μαγουσαῖοι Τρωγλοδύται Ἀσσύριοι Γερμανοὶ Λυδοὶ Μεσοποταμῖται Ἑβραῖοι Κοιληνοὶ Βακτριανοὶ Ἀδιαβηνοὶ Καμήλιοι Σαρακηνοὶ Σκύθαι † Χίονες Γυμνοσοφισταὶ Χαλδαῖοι Πάρθοι Ἐῆται Κορδυληνοὶ Μασσυνοὶ Φοίνικες Μαδιηναῖοι Κομμαγηνοὶ Δαρδάνιοι Ἐλαμασηνοὶ Κεδρούσιοι Ἐλαμῖται Ἀρμένιοι Κίλικες [Αἰγύπτιοι] Καππάδοκες [Φοίνικες] Ποντικοὶ [Μαρμαρίδαι] † Βίονες [Κᾶρες] Χάλυβες [Ψυλλῖται] Λαζοὶ [Μοσσύνοικοι] Ἴβηρες [Φρύγες].

3. Χὰμ δὲ τῷ δευτέρῳ παῖδες καὶ παίδων παῖδες τριάκοντα δύο ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Αἰθίοπες Τρωγλοδύται Ἀγγαῖοι Ταιηνοὶ Σαβῖνοι Ἰχθυοφάγοι Ἑλλανικοὶ Αἰγύπτιοι Φοίνικες Μαρμαρίδαι Κᾶρες Ψυλλῖται Μοσσύνοικοι Φρύγες Μάκωνες Μάκρωνες Συρτῖται Λεπτιμαγνῖται Βιθυνοὶ Νομάδες Λύκιοι Μαριανδηνοὶ Πάμφυλοι † Μοσχεσίδιοι Πισιδηνοὶ Αὐγαλαῖοι Κίλικες Μαυρούσιοι Κρῆτες Μαγάρδαι Νουμιδοὶ Ἄφροι <οἱ> καὶ Βιζακηνοὶ Νασαμῶνες Φασγηνοὶ Μάζικες Γάραμοι Γετοῦλοι Βλέμμυες Ἀξωμῖται· οὗτοι κατέχουσιν ἀπὸ Αἰγύπτου ἕως Ὠκεανοῦ. 4. καὶ νῆσοι αὐτοῖς· Κούρσουλα Λοπάδουσα Γαῦλος Ῥίδη Μελίτη Κέρκυρα Μήνη Σαρδανὶς Γόρτυνα Κρήτη Γλαῦκος Ῥίδη Θήρα Καρίανθος Ἀστυπαλαία Χίος Λέσβος Τένεδος Ἴμβρος Ἴασος Σάμος Κῶος Κνίδη Νίσσυρος Μεγίστη καὶ Κύπρος.

5. Ἰάφεθ δὲ τῷ τρίτῳ παῖδες καὶ παίδων παῖδες δεκαπέντε ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Μῆδοι Ἀλβανοὶ Γαργιανοὶ Ἀρμένιοι Ἀῤῥαῖοι Ἀμαζόνες Κῶλοι Κορζηνοὶ Βενεαγηνοὶ Καππάδοκες Γαλάται Παφλαγόνες Μαριανδηνοὶ Τιβαρηνοὶ Χάλυβες Μοσσύνοικοι Κόλχοι Μελαγχηνοὶ Σαυρομάται Γερμανοὶ Μαιῶται Σκύθαι Ταῦροι Θρᾷκες Βαστέρνοι Ἰλλυριοὶ Μακεδόνες Ἕλληνες Λίβυες † Φρύγες Παννόνιοι Ἴστροι Οὐέννοι Δαυνεῖς Ἰάπυγες Καλαβροὶ Ἱππικοὶ Λατῖνοι οἱ καὶ Ῥωμαῖοι Τυῤῥηνοὶ Γάλλοι <οἱ> καὶ Κελτοὶ Λιγυστινοὶ [Καμπανοὶ] Κελτίβηρες Ἴβηρες Γάλλοι Ἀκουιτανοὶ Ἰλλυριανοὶ Βάσαντες Κάννιοι Καρτανοὶ Λυσιτανοὶ Οὐακκαῖοι Βρεττανικοὶ Σκότοι Σπάνοι. 6. νῆσοι δὲ αὐτοῖς Βρεττανία Σικελία Εὔβοια Ῥόδος Χίος Λέσβος Κύθηρα Ζάκυνθος Κεφαληνία Ἰθάκη Κέρκυρα Κύπρος. 7. εἴ που δὲ ὄνομα ἔθνους ἢ νήσου ἐντέτακται δισσῶς ἐν κλήρῳ ἄλλου καὶ πάλιν ἄλλου, κατὰ τὰ κοινὰ ὅρια ἢ κατὰ τὰς γενομένας κατὰ καιρὸν ἀποικίας ἢ κατὰ πρόσληψιν τοῦ Χάμ, ὃς ἐπλεονέκτησε καὶ ἔλαβε τοῦ Σὴμ μέρη, μηδεὶς θαυμαζέτω ἢ ἀμφιβαλλέτω.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy