6.
1. Πότε οὖν δύνασαι τολμᾶν καὶ λέγειν ὅτι οὐκ ἦν πατὴρ ὁ πατήρ, ἵνα καὶ υἱὸν τολμήσῃς εἰπεῖν μὴ εἶναι <υἱόν>; εἰ δὲ οὐ τολμᾷς ἀξίαν προσθεῖναι πατρί (τὸ γὰρ θεῖον ἐν ταυτότητι ὑπάρχει καὶ οὐκ ἐπιδέεται προσθήκης, οὐ δόξης οὐ προκοπῆς), «μάθε μὴ βλασφημεῖν», ὦ ὁ πολεμῶν τὴν πίστιν, μᾶλλον δὲ σεαυτὸν ἀπὸ πίστεως διώκων, 2. ἀλλ’ ἀεὶ πίστευε πατέρα ἀίδιον ἀληθῶς γεννήσαντα υἱόν, τὸν ἀεὶ ὄντως ὄντα πρὸς τὸν ὄντως ὄντα πατέρα. 3. ἀλλὰ γεγεννημένον· υἱὸς γὰρ ἀεὶ <συνὼν> οὐ συναλοιφή ἐστιν τῷ πατρί, οὐ συνάδελφος, ἀλλ’ υἱὸς γνήσιος ἐκ πατρὸς γεγεννημένος, φυσικὸς υἱός, οὐ θετός, υἱὸς ὁμοούσιος τῷ πατρί, οὐ συνούσιος, ἀλλ’ ὁμοούσιος, τουτέστιν οὐκ ἔξωθεν τοῦ πατρὸς γεννηθείς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει θώλοντες εἶναι τὸν υἱὸν καὶ οὐκ ἀληθείᾳ. 4. σύνδεσμος δὲ τῆς πίστεως ὁμοούσιον λέγειν. ἐὰν γὰρ εἴπῃς τὸ ὁμοούσιον, ἔλυσας Σαβελλίου τὴν δύναμιν· 5. ὅπου γὰρ ὁμοούσιον, μιᾶς ὑποστάσεώς ἐστι δηλωτικόν· ἀλλὰ καὶ ἐνυπόστατον σημαίνει τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ πνεῦμα τὸ ἅγιον. 6. ὅταν δέ τις ὁμοούσιον λέγῃ, οὐκ ἀλλότριον τῆς αὐτῆς θεότητος σημαίνει, ἀλλὰ θεὸν ἐκ θεοῦ τὸν υἱὸν καὶ θεὸν τὸ ἅγιον πνεῦμα, τῆς αὐτῆς θεότητος, οὐ τρεῖς θεούς. 7. οὐδὲ γὰρ ἐὰν εἴπωμεν τὸν υἱὸν καὶ τὸν πατέρα θεόν, δύο θεοὺς λέγομεν· εἷς γάρ ἐστιν ἡμῶν ὁ θεός, ὥς φησιν ὁ μακάριος Μωυσῆς «κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν». 8. οὐ θεοὺς λέγομεν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ ἅγιον πνεῦμα καὶ οὐ θεούς· οὐδὲ γὰρ πολυθεΐα ἐν θεῷ. διὰ δὲ τῶν τριῶν ὀνομάτων ἡ μία θεότης πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος <σημαίνεται>. 9. καὶ οὐ δύο υἱοί· μονογενὴς γὰρ εἷς ὁ υἱός, τὸ δὲ ἅγιον πνεῦμα πνεῦμα ἅγιον, πνεῦμα θεοῦ, ἀεὶ ὂν σὺν πατρὶ καὶ υἱῷ, οὐκ ἀλλότριον θεοῦ, ἀπὸ δὲ θεοῦ ὄν, «ἀπὸ πατρὸς ἐκπορευόμενον» καὶ «τοῦ υἱοῦ λαμβάνον». 10. ἀλλ’ ὁ μὲν υἱὸς μονογενὴς ἀκατάληπτος καὶ τὸ πνεῦμα ἀκατάληπτον, ἐκ θεοῦ δέ, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐδὲ συναλοιφή ἐστι πατρὸς καὶ υἱοῦ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας· οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα οὐδὲ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ’ ἡ αὐτὴ θεότης καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα.