• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

115.

1. Ἐν τῇ οὖν ἐξόδῳ συναγωγὴν ἑαυτῷ ὁ θεὸς ἁρμόζων φησὶ Μωυσῇ «ὑπόλυσαι τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου». πᾶς γὰρ ὁ μέλλων καθαροῖς λουτροῖς προσιέναι πρῶτον ὑπολύεται. 2. ἐπειδὴ τοίνυν χρόνος πολὺς διελήλυθε καὶ πᾶς τις «ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθημεν» καὶ αὕτη ἡ συναγωγὴ ἐν τοῖς ἰδίοις κακοῖς ἔμεινεν, οὔπω «τὸ λουτρὸν» ὁ θεὸς «τῆς παλιγγενεσίας» ἀπεκάλυπτεν, ἀλλ’ ἔτεσι μὲν πολλοῖς ἀνεβάλλετο, ὕστερον δὲ τῇ ἁγίᾳ ἐκκλησίᾳ τὸ πανάγιον λουτρὸν ἀπεκάλυψεν· 3. ἐν μὲν Μωυσῇ ὑποδήματα ὑπολύων, ἐν δὲ προφήταις τὸν ἔξωθεν χιτῶνα ἀπεκδύων, περίζωμα μόνον καταλείψας τῷ Ἰερεμίᾳ, ἐν [δὲ] Ἰωάννῃ ὅλα τὰ τοῦ κόσμου ἱμάτια μεταβαλὼν ἐκ τριχῶν καμήλου μετεσχημάτιζεν, ἐν δὲ αὐτῷ τῷ σωτῆρι καὶ τοῖς αὐτοῦ μαθηταῖς «κόσμου τὸ σχῆμα» ἐξέδυσεν, ἄνωθεν δὲ ἀπ’ οὐρανῶν μετὰ τὴν τῶν ὑδάτων κάθαρσιν «πυρὸς καὶ πνεύματος» ἔνδυσιν ἐνεδίδυσκεν. 4. ἀλλ’ ὁρῶντες οἱ Ἰσραηλῖται [τὴν] χάριν τούτου οὐκ ἔγνωσαν ὅτι θεός ἐστι. διὸ καὶ ὁ προφήτης ἐγκληματικῶς τούτους ἀπωδύρετο διὰ τὴν εἰς τὸν σωτῆρα ὑπ’ αὐτῶν ἐσομένην ἀτιμίαν, «ταῦτα κυρίῳ ἀνταποδίδοτε, λέγων, λαὸς μωρὸς καὶ ἀκάρδιος;» 5. οὐκ ἔγνωσαν γὰρ τοῦτον ὅτι οὗτος ἦν ἐν ἀρχῇ μεθ’ οὗ <ὁ> πατὴρ συνεβουλεύσατο, «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν» λέγων· τὸ γὰρ «ποιήσωμεν» οὐχ ἑνὸς ἀριθμοῦ ἐστι σημαντικόν· 6. ἀλλὰ γοῦν συνεβουλεύσατο ὁ πατὴρ υἱῷ καὶ ἁγίῳ πνεύματι· «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». 7. οὐδ’ ἂν συνήκασι τοῦ λέγοντος ἐν τῇ αὐτῇ βίβλῳ ῥητῶς, ὅτι «ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμοῤῥα ἀπ’ οὐρανοῦ». ἔβρεξε γὰρ «κύριος πῦρ», ὁ πρὸς Ἀβραὰμ ἐληλυθώς, παρὰ «κυρίου ἀπ’ οὐρανοῦ», τοῦ αὐτὸν ἀποστείλαντος. 8. οὐδὲ ἔγνωσαν αὐτὸν ἀπ’ Αἰγύπτου αὐτοὺς ἐκβάλλοντα οὐδὲ συνῆκαν τοῦ προφήτου λέγοντος «καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη» (πῶς γὰρ οἷόν τε ἐλαχίστην καλεῖν πόλιν χωρήσασαν ὃν οὐρανὸς καὶ πάντα χωρεῖν οὐ δεδύνηνται;) καὶ ὅτι «ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος»· εἰ δὲ ἀπὸ Βηθλεὲμ ἐκπορεύεται καὶ ἄνθρωπός ἐστι, καὶ πῶς θεολογεῖται;

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité