• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

117.

1. Ἵνα δὲ μὴ «διὰ μέλανος καὶ χάρτου» τὰς κατὰ τούτων μαρτυρίας διὰ πολλοῦ ποιησώμεθα, εἰς τὸ μὴ περικακεῖν τοὺς ἀναγινώσκοντας, ἀρκέσουσιν αὐτοῖς Σαβελλιανοῖς μὲν μετὰ τῶν ἄλλων μαρτυριῶν ἡ μαρτυρία τοῦ Ἰορδάνου, ὡς ἤδη εἶπον. 2. υἱὸς γὰρ ἐν Ἰορδάνῃ ἀληθῶς παραγίνεται, θεὸς ἄνθρωπος γεγονώς, οὐ τροπὴν ὑποστὰς ἀλλὰ σάρκα λαβών, οὐ διὰ σπέρματος ἀνδρὸς ἀλλ’ ἀπὸ τῆς ἁγίας παρθένου σῶμα ἀνειληφὼς δι’ ἁγίου πνεύματος συλληφθέν, σῶμα τέλειον τουτέστιν ἄνθρωπον τέλειον ψυχῇ καὶ σώματι. 3. γέγονεν οὖν ὁ θεὸς καὶ ἄνθρωπος πρὸς Ἰωάννην ἐν τῷ Ἰορδάνῃ, εἷς ὢν ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς καὶ κύριος· πατὴρ δὲ ἄνωθεν βοᾷ, μαρτυρῶν τῷ υἱῷ τῷ ἐν τῷ Ἰορδάνῃ γεγονότι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός»· 4. τὸ δὲ ἅγιον πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβαινεν ἐπ’ αὐτὸν εἰς τὰ ὕδατα κατεληλυθότα, ἵνα καθαρὰ αὐτὰ ἀποδείξῃ ἕνεκεν τῶν μελλόντων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτίζεσθαι.

5. τοῖς δὲ Ἀρειανοῖς μετὰ τῶν προλεχθεισῶν ἀρκέσει τὸ εἰπεῖν τὸν υἱόν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· ἰσότητα γὰρ ἐνταῦθα υἱοῦ πρὸς πατέρα ἀπέδειξε καὶ γνησιότητα. 6. τοῖς δὲ ἐκγόνοις τῶν Ἀρειανῶν τοῖς τὸ ἅγιον πνεῦμα βλασφημοῦσιν ἀρκέσουσι δύο μαρτυρίαι αἱ ἤδη προτεταγμέναι μετὰ τῶν ἄλλων μαρτυριῶν, μία μὲν ἀπὸ τοῦ Δανιὴλ οὕτως ἔχουσα· 7. ἐν τῇ καμίνῳ τοῦ πυρὸς Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ αἰνοῦντες τὸν θεὸν συμπεριλαμβάνουσι μεθ’ ἑαυτῶν τὴν πᾶσαν τοῦ θεοῦ κτίσιν καὶ λέγουσιν «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον»· καὶ ἠρίθμησαν οὐρανοὺς καὶ ἀγγέλους καὶ σελήνην καὶ ἥλιον καὶ δυνάμεις, γῆν τε καὶ θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ οὐδαμοῦ υἱὸν καὶ ἅγιον πνεῦμα συνηρίθμησαν ταῖς κτίσεσι. τὰ Σεραφὶμ δὲ ἁγιάζει τριάδα ἴσως, οὐχ ἅπαξ οὐ δὶς οὐ τέταρτον, ἀλλὰ τρὶς τὸ ἅγιος λέγοντα.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung