• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

118.

1. ἐλεγξάτω δὲ πάλιν τούτους

Πέτρος, ἐπιτιμῶν τοῖς περὶ Ἀνανίαν καὶ λέγων «ἐπειράσατε τὸ ἅγιον πνεῦμα»· 2. καί φησιν «οὐκ ἐψεύσασθε ἀνθρώπῳ, ἀλλὰ τῷ θεῷ». ὁ δὲ ἀπόστολος οἶδεν, ὡς καὶ πολλάκις εἴπομεν, τὸ πνεῦμα μὴ ἀλλότριον εἶναι τοῦ θεοῦ λέγων «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ»· τὸ δὲ μὴ ὂν ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἀδύνατόν ἐστι τὰ βάθη τοῦ θεοῦ ἐρευνᾶν. 3. ἡμεῖς δὲ οἴδαμεν πατέρα πατέρα, υἱὸν υἱόν, ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριάδα ἐν ἑνότητι. μία γὰρ ἑνότης ἐστὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία οὐσία μία κυριότης ἓν θέλημα μία ἐκκλησία ἓν βάπτισμα μία πίστις. 4. καὶ παυσάσθωσαν οἱ κατὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ καὶ νύμφης ἁγνῆς, τουτέστι τῆς μητρὸς ἡμῶν τῆς ἁγίας ἐκκλησίας. 5. παρέλαβον γὰρ οἱ ταύτης παῖδες παρὰ ἁγίων πατέρων τουτέστι τῶν ἁγίων ἀποστόλων πίστιν φυλάττειν, ἅμα δὲ καὶ τοῖς ἑαυτῶν τέκνοις παραδιδόναι τε καὶ ἀπαγγέλλειν. 6. ἐξ ὧν καὶ αὐτοὶ υἱοὶ ὑπάρχετε, τιμιώτατοι ἀδελφοί, καὶ τοῖς ἑαυτῶν τέκνοις ταύτην τὴν διδασκαλίαν παραδιδόατε.

7. Ταῦτα οὕτως λέγοντες καὶ τὰ τούτοις ὅμοια ἀπὸ τῶν θείων γραφῶν βεβαιῶσαι αὑτούς τε καὶ τοὺς ἀκούοντας ὑμῶν, διδάσκοντες ὁδοποιοῦντες κατηχοῦντες μὴ διαλείπητε οἱ πιστοὶ καὶ ὀρθόδοξοι ταύτην τὴν ἁγίαν πίστιν τῆς καθολικῆς ἐκκλησίας, ὡς παρέλαβεν ἡ ἁγία καὶ μόνη παρθένος τοῦ θεοῦ ἀπὸ τῶν ἁγίων ἀποστόλων τοῦ κυρίου, φυλάττειν. 8. καὶ οὕτως ἕκαστον τῶν κατηχουμένων τῶν μελλόντων τῷ ἁγίῳ λουτρῷ προσιέναι οὐ μόνον ἀπαγγέλλειν ὀφείλετε † τὸ πιστεύειν τοῖς ἑαυτῶν υἱοῖς ἐν κυρίῳ, ἀλλὰ καὶ διδάσκειν ῥητῶς, ὡς πάντων ἡ αὐτὴ μήτηρ ὑμῶν τε καὶ ἡμῶν, τὸ λέγειν·

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung