7.
1. Καὶ τὸ μὲν πνεῦμα ἅγιον πνεῦμα, ὁ δὲ υἱὸς υἱός, τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, «ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ», ἀναγγέλλον τὰ τοῦ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος, τρίτον τῇ ὀνομασίᾳ (ἐπειδὴ ἡ τριάς ἐστιν <ὁ> πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· «ἀπελθόντες» γάρ φησι «βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος»), ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐ ξένον τῆς δωρεᾶς, ἀλλ’ εἷς θεὸς μία πίστις εἷς κύριος ἓν χάρισμα μία ἐκκλησία ἓν βάπτισμα. 2. ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει, οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. 3. οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστώς τι ἐν αὐτῇ τῆς ἰδίας αὐτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον· πατὴρ καὶ υἱὸς <καὶ> ἅγιον πνεῦμα. 4. τὸ δὲ ἀνάπαλιν πνεῦμα χαρίσμασιν ἐνταττόμενον· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι». 5. μὴ ἐκπέσωμεν τοῦ προκειμένου, μὴ ἀποστῶμεν τῆς ἀληθείας. ἡμεῖς οὐ συνηγοροῦμεν ὑπὲρ θεοῦ, ἀλλ’ εὐσεβῶς νοοῦμεν, ἵνα μὴ ἀπολώμεθα, καὶ φθεγγόμεθα οὐχ ὡς καταλαμβάνοντες· ὡς ἄνθρωποι γὰρ φθεγγόμεθα ἃ κατειλήφαμεν. 6. ἡ γὰρ εἰς θεὸν τιμὴ ἄπειρος καὶ μυριονταπλασίως παρὰ τὸν ἡμέτερον νοῦν δεδόξασται <ἡ τριὰς> καὶ ἔστι δεδοξασμένη, μηδὲν προσλαμβάνουσα δόξης μήτε ἀφαιρουμένη ἰδιότητος. 7. οὐδὲν γὰρ ἐν τριάδι κτιστὸν ἢ ἐπιγένητον, ἀλλ’ ὁ μὲν πατὴρ τὸν υἱὸν γεννᾷ, οὐκ ἦν δὲ ποτὲ χρόνος ὅτε οὐκ ἦν ὁ υἱός. οὐδὲ γὰρ ὁ πατὴρ ἐν χρόνῳ τινὶ πατὴρ οὐκ ἐκαλεῖτο, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ ἦν ἀεὶ υἱός, οὐ συνάδελφος, ἀλλὰ υἱὸς γεννηθεὶς ἀνεκδιηγήτως καὶ ὀνομαζόμενος ἀκαταλήπτως, σὺν πατρὶ δὲ ὢν ἀεὶ καὶ μηδέποτε διαλείπων τοῦ εἶναι. 8. πατὴρ οὖν ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς γεννητός, ἀλλὰ καὶ ἄκτιστος καὶ ἀκατάληπτος· πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον οὐ πατράδελφον, οὐ προπάτορον οὐκ ἔκγονον, ἀλλ’ ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἅγιον. «πνεῦμα γὰρ ὁ θεός».