9.
1. Φεῦ τῆς τοιαύτης ληρῳδίας, ὦ τῆς τοιαύτης βλασφημίας. πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη πάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; χείρων γὰρ ἡ κακοπιστία τῆς ἀπιστίας. ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθωθήσεται, ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σῳζομένη, εἰ μή τι ἂν ἄρα τὸ χρῖσμα ἄνωθεν ἐπιφοιτήσῃ. 2. φησὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν «τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τῷ πνεύματι τῷ ἁγίῳ;» καί φησιν «οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ». 3. ἄρα θεὸς ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι· ὡς καὶ ὁ Παῦλος συνᾴδει τῷ λόγῳ τούτῳ λέγων «ὑμεῖς δὲ ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν». ἄρα οὖν θεὸς τὸ πνεῦμα, ὡς προεῖπον. 4. διὸ ναὸς θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι, <οἱ> κατοικίσαντες ἐν ἑαυτοῖς τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα· καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς μακαρισθῆναι ὑπὸ κυρίου, ὅτι ὁ πατὴρ αὐτῷ ἀπεκάλυψε. 5. τοίνυν ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱὸν τὸν ἀληθινὸν αὐτῷ καὶ μακαρίζεται, καὶ ὁ αὐτὸς πάλιν ἀποκαλύπτει τὸ ἅγιον αὐτοῦ πνεῦμα. 6. ἔδει τὸν πρῶτον τῶν ἀποστόλων, τὴν πέτραν τὴν στερεάν, «ἐφ’ ἣν ἡ ἐκκλησία τοῦ θεοῦ ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς»· πύλαι δὲ Ἅιδου αἱ αἱρέσεις καὶ οἱ αἱρεσιάρχαι. 7. κατὰ πάντα γὰρ τρόπον ἐν αὐτῷ ἐστερεώθη ἡ πίστις, ἐν τῷ λαβόντι τὴν κλεῖν τῶν οὐρανῶν, ἐν τῷ λύοντι ἐπὶ τῆς γῆς καὶ δέοντι ἐν τῷ οὐρανῷ. 8. ἐν τούτῳ γάρ ἐστι πάντα τὰ ζητούμενα λεπτολογήματα τῆς πίστεως εὑρισκόμενα. 9. οὗτός ἐστιν ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ἀναθεματίσας πρὶν ἢ τὸν ἀλέκτορα φωνῆσαι· τὴν ὑπερβολὴν γὰρ τῆς αὐτοῦ πρὸς τὸν ἑαυτοῦ δεσπότην ἀγαπήσεως σημαίνων διϊσχυριζόμενος ἔλεγεν «εἰ καὶ πάντες ἀρνήσονταί σε, ἐγὼ οὐκ ἀρνήσομαι», ὅσον τὸ ἐπ’ ἀνθρώπῳ λέγω<ν>· 10. οὗτός ἐστιν ὁ κλαύσας ἐπὶ τῇ φωνῇ τοῦ ἀλεκτρυόνος, ἵνα ἀληθῶς ὁμολογήσῃ τὴν τοῦ υἱοῦ τοῦ θεοῦ σύλληψιν οὐ δοκήσει οὖσαν, ἀλλ’ ἀληθινήν, ἵνα εἴπῃ αὐτὸν ἀληθινὸν ἄνθρωπον ἐν τῷ κλαίειν ἐπὶ τῇ αὐτοῦ συλλήψει παραδοθέντος ὑπὸ τῶν Φαρισαίων· 11. οὗτος <ὁ> ἀπελθὼν εἰς τὴν Γαλιλαίαν ἁλιεύειν, ὁ συγκοινωνὸς τοῦ ἐπὶ τοῦ στήθους ἀνακλιθέντος (ὁ μὲν γὰρ παρὰ τοῦ υἱοῦ μανθάνων καὶ ἀπὸ τοῦ υἱοῦ λαμβάνων τῆς γνώσεως τὴν δύναμιν ἀπεκάλυπτεν, 12. ὁ δὲ παρὰ τοῦ πατρὸς ὠφελεῖτο, τὴν ἀσφάλειαν τῆς πίστεως θεμελιῶν), ὃς ἐν τῇ νηῒ ἐπὶ τῆς Τιβεριάδος <λίμνης> γυμνὸς πάλιν μετὰ τὸ κληθῆναι ἡλίευεν (ὁ δὲ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς) ἐπὶ τῷ ῥήματι, ὃ εἶπεν ὁ σωτήρ «παιδία, μή τι προσφάγιον ἔχετε;» καί (φησι) «βάλετε εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ εὑρήσετε», ἐπὶ δὲ τῷ γενομένῳ ῥήματι ἐκπλαγέντι τῷ Πέτρῳ φησὶν ὁ Ἰωάννης, ὃν ἠγάπα ὁ Ἰησοῦς, «ὁ κύριός ἐστιν», ἄνθρωπος μὲν κατὰ σάρκα, ἀπὸ Μαρίας γεννηθεὶς ἐν ἀληθείᾳ οὐ μὴν δοκήσει, θεὸς δὲ <κατὰ> πνεῦμα ὤν, ἀπὸ τῶν ἐπουρανίων ἐκ πατρὸς ἐλθών· 13. <οὗτος> ὁ ἀκούων παρὰ τοῦ αὐτοῦ «Πέτρε, ποίμαινε τὰ ἀρνία μου», ὁ πεπιστευμένος τὴν ποίμνην, ὁ καλῶς ὁδηγῶν ἐν τῇ δυνάμει τοῦ ἰδίου δεσπότου, ὁ ὁμολογῶν περὶ σαρκός, ὁ ἀληθινῶς τὰ πατρὸς ἀπαγγέλλων περὶ υἱοῦ, ὁ τὸ πνεῦμα σημαίνων καὶ τὴν αὐτοῦ ἀξίαν ἐν θεότητι, ὁ δεξιὰν διαδοὺς τῷ Παύλῳ καὶ Βαρνάβᾳ κοινωνίας σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ἵνα «διὰ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα».