10.
1. Οὐδὲν γὰρ ἄνευ τῶν δύο καὶ τριῶν μαρτυριῶν δύναται εἶναι. εἰς αὐτὰ<ς> γὰρ ἐβεβαιοῦτο δι’ αἰνίγματος <καὶ ἡ πίστις> τῶν ἐν τῷ νόμῳ, μόνον πατέρα ἐπιγνόντων, εἰ μή τι λάβωσι δύναμιν υἱοῦ καὶ διὰ τῶν μαρτυριῶν πατρὸς καὶ υἱοῦ ἐνδυναμωθῶσι διά τε τῆς τρίτης μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι, 2. φανερῶς τῶν φωνῶν τῶν Χερουβὶμ καὶ Σεραφὶμ κραζουσῶν [τὸ] τρίτον τὸ «ἅγιος ἅγιος ἅγιος». 3. οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀόρατα πνευματικὰ ζῷα οὐδὲ τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην, ἀλλὰ τρεῖς φωνὰς ἑνικάς, τὸ ἅγιος ἅγιος ἅγιος· 4. καὶ οὐ λέγουσιν ἅγιοι ἅγιοι, ἵνα μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι μηδὲ τῶν τριῶν τὸν ἀριθμὸν ἀποκρύψωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιαστείαν, μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ πολυθεΐαν ὀνομάσωσιν. 5. εἷς γάρ ἐστι θεός, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι. καὶ διὰ τοῦτο «ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος», πατὴρ ἀληθινὸς ἐνυπόστατος καὶ υἱὸς ἀληθινὸς ἐνυπόστατος καὶ πνεῦμα ἅγιον ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης μία οὐσία μία δοξολογία εἷς θεός. 6. ὠνόμασας υἱόν, συμπεριείληφας τῇ διανοίᾳ τὴν τριάδα· ἔσχες πνεῦμα ἅγιον, κατηξίωσαι τῆς δυνάμεως τῆς πατρῴας καὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ἐδόξασας τὸν πατέρα, ἐσήμανας τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα. 7. ἀλλὰ μὴ κατὰ συναλοιφήν· ἔστι γὰρ ὁ πατὴρ πατήρ, ἔστιν ὁ υἱὸς υἱός, ἔστι τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. ἀλλ’ οὐκ ἠλλοτριωμένη ἡ τριὰς τῆς ἑνότητος καὶ τῆς ταυτότητος· τιμᾶται δὲ ὁ πατὴρ καθὸ πατήρ ἐστι, τιμᾶται ὁ υἱὸς καθὸ υἱός ἐστι, τιμᾶται τὸ πνεῦμα τὸ ἅγιον καθὸ πνεῦμα ἀληθὲς καὶ πνεῦμα θεοῦ. 8. οὕτω λέγει ὁ μονογενής «ὁ τιμῶν τὸν πατέρα τιμᾷ τὸν υἱόν»· ἐν τῷ γὰρ λέγειν τὸν πατέρα υἱὸν σημαίνεις καὶ υἱὸν τιμᾷς. καί «ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα»· ἐν τῷ γὰρ ὀνομάζειν σε τὸν υἱὸν τιμᾷς τὸν πατέρα, οὐκ ἐλάττονα τὸν Χριστὸν φάσκων τοῦ πατρός.