• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

11.

1. Εἰ γὰρ ἐν ἡμῖν τοῖς ἀνθρώποις ἄπεστι τὸ τοιοῦτον φρόνημα καὶ οὐχ ἥσσονας τοὺς υἱοὺς βουλόμεθα οὐδὲ ἐλαττουμένους παρὰ τὴν τῶν πατέρων τιμήν (ἡ γὰρ εἰς τοὺς υἱοὺς ἀτιμία εἰς τοὺς πατέρας ἀναλογεῖται), πόσῳ μᾶλλον ὁ θεὸς καὶ πατὴρ οὐκ ἂν βουληθείη ποτὲ ἐλαττωθῆναι τὸν αὐτοῦ υἱόν; 2. ὁ τοίνυν τὸν ἀληθῶς ὄντα τοῦ πατρὸς υἱὸν ἀποδέοντα τῆς τοῦ πατρὸς δόξης ὑπολαμβάνων μᾶλλον ἀτιμάζει <τὸν πατέρα>, ἀντὶ τιμῆς, ἀγνοίᾳ φερόμενος. 3. ὡς οὖν <ὁ υἱὸς> ἀποκαλύπτει τὸν πατέρα φάσκων «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν, οὐδὲ τὸ πνεῦμά τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ ὁ υἱός, παρ’ οὗ ἐκπορεύεται καὶ παρ’ οὗ λαμβάνει. 4. πῶς δὲ ἀλλότριον θεοῦ τὸ πνεῦμα λέγειν τολμῶσιν οἱ μανίᾳ μᾶλλον κατεχόμενοι καὶ οὐκ ἀληθείᾳ οἳ οὐ μανθάνουσι τὴν ἀληθινὴν φωνὴν τοῦ ἀξιοπίστου καὶ ἁγίου Παύλου τοῦ ἀποστόλου, ᾧ δεξιὰν ἔδωκεν ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος ὁ κατηξιωμένος ἔχειν τὴν κλεῖν τῆς βασιλείας, τοῦ ἀκούσαντος ἀπ’ οὐρανῶν «Σαοὺλ Σαούλ, τί με διώκεις», 5. τοῦ κατηξιωμένου ἀκοῦσαι «ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», τοῦ λέγοντος «οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ», ἀπὸ τοῦ παραδείγματος τὰ ἄνω βουλομένου φράζειν, ἵνα μὴ τὸ τοῦ ἀνθρώπου παράδειγμα εἰς τὸν θεὸν ἀπεικάσῃ, ἀλλὰ τῷ παραδείγματι μέρος τῶν ἄνω ἀποκαλύψῃ; 6. ὅλη γὰρ ἡ κτίσις συναχθεῖσα ἀγγέλων καὶ ἀρχαγγέλων, Χερουβὶμ καὶ Σεραφὶμ σὺν στρατιᾷ ἐπουρανίῳ, οὐρανοῦ τε καὶ γῆς, ἐπιγείων οὐρανίων καὶ καταχθονίων, φωστήρων τε καὶ ἀστέρων, ξηρῶν τε καὶ ὑγρῶν καὶ πάντων ἁπαξαπλῶς τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, οὐ δύναται ἐνδείξασθαι οὔτε ὑποδείγματι ἀφομοιωθῆναι τῷ ἑαυτῶν δεσπότῃ. 7. κατὰ χάριν γὰρ τῷ ἀνθρώπῳ τὴν εἰκόνα χαρίζεται λέγων «ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν». χαρίσματι γὰρ ἔχει τὴν εἰκόνα πᾶς ἄνθρωπος, 8. οὐδεὶς δὲ τῷ ἑαυτοῦ δεσπότῃ ἀπεικασθήσεται. τὸ μὲν γὰρ ἀόρατον τὸ δὲ ὁρατόν, τὸ μὲν ἀθάνατον τὸ δὲ θανάτου δεκτικὸν καὶ τὸ μὲν πάσης σοφίας πηγὴ καὶ πάντα ἔχον ἐν ἑαυτῷ τετελειωμένα, ὁ δὲ ἄνθρωπος χάρισμα ἔχων ἀπὸ μέρους λειπόμενός ἐστι τῶν τελειοτάτων, εἰ μὴ θέλει ὁ θεὸς παρασχεῖν κατ’ ἀξίαν τοῖς κομιζομένοις τὴν διὰ χαρίσματος τελειότητα.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité