• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

13.

1. Πᾶσαι οὖν αἱ πρὸ τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας ἀπὸ Ἀδὰμ ἀρξάμεναι καὶ μέχρις αὐτῆς εἴκοσίν εἰσι. μετὰ δὲ τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρουσίαν ἕως βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ πᾶσαι αἱ αἱρέσεις αἱ ψευδῶς ἐπιφημίσασαι τὸ τοῦ Χριστοῦ ὄνομα ἑαυταῖς ἑξήκοντά εἰσιν, οὕτως ἀριθμούμεναι· 2. Σιμωνιανοὶ Μενανδριανοὶ Σατορνῖλοι Βασιλειδιανοὶ Νικολαῗται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανῖται παρ’ ἄλλοις δὲ Σωκρατῖται παρ’ ἑτέροις δὲ Ζακχαῖοι παρὰ δέ τισι Κοδδιανοὶ λεγόμενοι 3. καὶ Βορβορῖται <καὶ Βαρβηλῖται>, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος, 4. Πτολεμαιονῖται Μαρκώσιοι Κολορβάσιοι Ἡρακλεωνῖται Ὀφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκιωνισταὶ 5. Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοὶ Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, Πεπουζιανοί, οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται, οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἄλογοι, οἱ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι, Ἀδαμιανοὶ Σαμψαῖοι, οἱ καὶ Ἑλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροί, οἱ καὶ Ναυαταῖοι, οἱ καὶ Μοντήσιοι, ὡς ἐν Ῥώμῃ καλοῦνται, Ἀγγελικοὶ Ἀποστολικοί, 6. <οἱ καὶ> Ἀποτάκται, Σαβελλιανοὶ Ὠριγενιασταί, οἱ καὶ αἰσχροποιοί, Ὠριγενιασταὶ οἱ τοῦ Ἀδαμαντίου, ἡ Παύλου τοῦ Σαμοσατέως, Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται Μελιτιανοί, οἱ κατ’ Αἴγυπτον σχίσμα ὄντες, 7. Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται, Αὐδιανῶν τὸ σχίσμα, ἀλλ’ οὐχ αἵρεσις, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἡμιάρειοι Πνευματομάχοι, 8. οἱ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ βλασφημοῦντες, Ἀεριανοὶ Ἀέτιοι, οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ ἄνομος, Διμοιρῖται, οἱ μὴ τελείαν Χριστοῦ τὴν ἐνανθρώπησιν ὁμολογοῦντες, <οἱ καὶ> Ἀπολλινάριοι, καὶ οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, καὶ οἱ εἰς ὄνομα αὐτῆς κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί, Μεσσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ <οἱ> ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατανιανοί.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité