• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

16.

1. Ἐρευνᾷ τοίνυν ὁ πατὴρ ταμιεῖα κοιλίας καὶ οἶδεν, ἐρευνᾷ τὸ πνεῦμα τὰ βάθη τοῦ θεοῦ καὶ οἶδεν. ἀποκαλύπτει γὰρ ἁγίοις τὰ τοῦ θεοῦ μυστήρια καὶ διδάσκει βαθέως τὸν θεὸν δοξάζειν καὶ τὴν τούτου ἀκαταληψίαν τοῖς αὐτοῦ ὑποδεικνύει. 2. ἄρα γοῦν οὐκ ἀλλότριον τοῦ θεοῦ τὸ πνεῦμα. οὐ γὰρ εἶπε περὶ ἀγγέλων ἐρευνᾶν βάθη θεοῦ οὐδὲ περὶ ἀρχαγγέλων. «οὐδεὶς γὰρ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν», φησὶν ὁ υἱὸς τοῦ θεοῦ «οὔτε οἱ ἄγγελοι τοῦ οὐρανοῦ οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατήρ». 3. νομίζουσι δὲ οἱ ἀνόητοι, οἱ μὴ κεκοσμημένοι πνεύματι ἁγίῳ, μὴ ἔστι τι ἐν τῷ πατρί, ὅπερ οὐκ ἔστιν ἐν τῇ θεότητι τοῦ υἱοῦ. «ὡς γὰρ ἔχει ὁ πατὴρ ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔχει ὁ υἱὸς ζωὴν ἐν ἑαυτῷ» καί «πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι» φησὶν ὁ αὐτὸς τοῦ θεοῦ ἅγιος Λόγος. 4. τίνα δέ ἐστι τὰ τοῦ πατρὸς ἀλλ’ ἢ ταῦτα· τὸ θεὸς τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· ἡ ζωὴ τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· τὸ φῶς τοῦ πατρός, δηλονότι καὶ τοῦ υἱοῦ· τὸ ἀθάνατον τοῦ πατρός, ὡσαύτως καὶ τοῦ υἱοῦ· τὸ ἀκατάληπτον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. 5. πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστιν. εἰ τοίνυν τὰ τοῦ πατρὸς αὐτοῦ ἐστι, καὶ ἡ ἐν τῷ πατρὶ γνῶσις καὶ ἐν τῷ υἱῷ καὶ ἐν τῷ ἁγίῳ πνεύματι ὑπάρχει. 6. εἰ δέ τις νομίζει τὸν υἱὸν ἀγνοεῖν τὴν ἡμέραν, μαθέτω ὁ ἀμαθὴς καὶ μὴ βλασφημείτω. προτείνω γὰρ αὐτῷ γνῶσιν καὶ γνώσεται. λέγε μοι, ὦ ἀγαπητέ, – ἀγαπητὸν γάρ σε καλῶ· οὐδένα γὰρ μισῶ ἢ μόνον τὸν διάβολον καὶ τὰ ἔργα τοῦ διαβόλου καὶ τὴν κακοπιστίαν· ἐπὶ σοὶ δὲ εὔχομαι, ἵνα ἔλθῃς εἰς τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ μὴ σεαυτὸν ἀπολέσῃς ἐν τῇ εἰς θεὸν βλασφημίᾳ. 7. βαθέα γάρ εἰσι τὰ ῥήματα τοῦ ἁγίου θεοῦ, πνεύματι δὲ ἁγίῳ <ἡ γνῶσις> διὰ τῶν χαρισμάτων δίδοται. «ᾧ μὲν γάρ» φησί «δίδοται λόγος σοφίας, ᾧ δὲ λόγος διδασκαλίας» καὶ τὰ ἑξῆς, «τὸ δὲ αὐτὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται», ἵνα σοι δείξῃ καὶ τὴν τοῦ ἁγίου πνεύματος αὐθεντίαν. 8. ὅταν γὰρ τὸ αὐτὸ πνεῦμα πᾶσι τὰ χαρίσματα δίδωσιν ὡς βούλεται, τοίνυν παρακάλεσον τὸν πατέρα, ἵνα ἀποκαλύψῃ σοι τὸν υἱόν, καὶ παρακάλεσον τὸν υἱόν, ἵνα ἀποκαλύψῃ σοι τὸν πατέρα, καὶ πάλιν παρακάλεσον τὸν πατέρα, ἵνα σοι δῷ τὸν υἱὸν καὶ ἀποκαλύψῃ σοι τὸ ἅγιον πνεῦμα καὶ δῴη σοὶ αὐτὸ ἔχειν ἐν σοί, ἵνα δοθὲν ἐν σοὶ <τὸ> ἅγιον πνεῦμα ἀποκαλύψῃ σοι τὴν πᾶσαν γνῶσιν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἵνα μάθῃς ὅτι ἐν τῷ υἱῷ οὐκ ἔνι οὐδεμία ἀγνωσία οὐδὲ ἐν τῷ ἁγίῳ πνεύματι.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité