• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

18.

1. Διὰ τοῦτο μὴ ζήτει τὰ μὴ ζητούμενα, ἀλλὰ τίμα τὸν υἱόν, ἵνα τὸν πατέρα τιμήσῃς. ἀκούων δὲ περὶ τοῦ θεοῦ «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός» μὴ τολμήσῃς διὰ τὸ τὸν υἱὸν ὑπερβαλλόντως τιμᾶν τὸν πατέρα οὐκ ἀγαθὸν ἀποφῆναι τὸν υἱόν. 2. οὐδὲ γὰρ ἀρνούμενος ἑαυτὸν ἀγαθὸν εἶναι λέγει τὸν πατέρα ἀγαθόν, ἀλλὰ τοσούτῳ μειζόνως ἑαυτὸν ἀποκαλύπτει ἐν τῷ τὴν τιμὴν παρὰ τῶν ἀνθρώπων μὴ βούλεσθαι, ἀλλ’ ἀναφέρει<ν> τὴν τιμὴν ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα, ἵνα ἀπὸ τῆς ἀγαθότητος τοῦ πατρὸς γνωσθῇ ἡ γνῶσις τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἀγαθότητος, ἀπὸ ἀγαθοῦ πατρὸς θεοῦ γεγεννημένου. 3. πολλὴ γὰρ ἀδράνεια τῶν τολμώντων λέγειν περὶ τοῦ υἱοῦ τὸ τοιοῦτον, κἄν τε εἴπῃ «εἷς ἐστιν ἀγαθὸς ὁ θεός». 4. ἰδοὺ γὰρ ἐν πολλοῖς διδάσκει ἡμᾶς ἡ θεία γραφή, ἀγαθὸν καλοῦσα παῖδα πτωχὸν καὶ σοφόν, καί «ἀγαθὸς ἦν Σαμουὴλ μετὰ θεοῦ καὶ ἀνθρώπων» καί «ἀγαθὸς ἦν Σαοὺλ υἱὸς Κὶς ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω» καί «ἀγαθὸν πορεύεσθαι εἰς οἶκον πότου» καί «ἄνοιξον, κύριε, τὸν οὐρανόν, τὸν θησαυρόν σου τὸν ἀγαθόν» καί «ἀγαθὸς λόγος ὑπὲρ δόμα» καί «ἀγαθὸς ὁ κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν νεκρόν» καί «ἀγαθὸν δύο ὑπὲρ τὸν ἕνα» καί «ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχήν» καί «εἰ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν», περὶ ἰχθύος καὶ ἄρτου λέγων. 5. πῶς <οὖν> τολμᾷς διανοεῖσθαι ἀπαρνούμενον τὸν υἱὸν τὴν ἑαυτοῦ ἀγαθότητα καὶ μὴ δι’ ὑπερβολὴν τῆς τιμῆς <ἐπὶ> τοῦ πατρὸς φέρειν τὴν ἀγαθότητα; 6. ἑώρα γὰρ τὸν λέγοντα αὐτῷ «διδάσκαλε ἀγαθέ» λέγοντα στόματι καὶ οὐ καρδίᾳ, καὶ ἐλέγξαι αὐτὸν βουλόμενος, ὅτι οὐ τοῖς χείλεσιν αὐτοῦ ἐπείθετο, ἀλλὰ τὴν καρδίαν διήλεγχεν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει «τί μοι λέγετε κύριε κύριε, καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους», καὶ ὧδε ἐβούλετο αὐτὸν ἐλέγχειν. ἔλεγε γὰρ αὐτὸν ἀγαθὸν διδάσκαλον καὶ οὐκ ἔμενεν ἐν τῇ αὐτοῦ πίστει <τοῦ> πιστεύειν εἰς τὴν αὐτοῦ ἀγαθότητα.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung