• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

19.

1. Αὐτὸς τοίνυν ὁ ἅγιος Λόγος ὁ ζῶν ὁ ἐνυπόστατος, ὁ βασιλεὺς ὁ ἐπουράνιος, ὁ υἱὸς ὁ γνήσιος, ὁ ἀεὶ <ὢν> σὺν πατρί, ὁ ἐκ πατρὸς προελθών, τὸ «ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως», «ἡ εἰκὼν τοῦ πατρὸς» ἐν ἀληθείᾳ, ὁ σύνθρονος τοῦ φύσαντος, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος», «ὁ κριτὴς ζώντων καὶ νεκρῶν», 2. ὁ σοφία ὢν ἐκ σοφίας, ὁ πηγὴ ὢν ἐκ πηγῆς («ἐμέ», γάρ φησιν «ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους»), ὁ ποταμὸς ὁ ἀένναος, ὁ «εὐφραίνων τοῖς ὁρμήμασι τὴν πόλιν τοῦ θεοῦ», ὁ ἐκ τῆς πηγῆς προελθών, «ἐξ οὗπερ, <ὥς> φησι, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι», 3. τὸ σκῆπτρον Δαυίδ, ἡ ῥίζα τοῦ Ἰεσσαί, τὸ ἄνθος τὸ ἀπ’ αὐτῆς, ὁ λέων, ὁ βασιλεὺς ὁ ἐκ φυλῆς Ἰούδα, τὸ πρόβατον τὸ λογικόν, ὁ λίθος ὁ ζῶν, 4. ὁ «τῆς μεγάλης βουλῆς ἄγγελος», ὁ ἄνθρωπος ἐν ἀληθείᾳ γεγονὼς καὶ θεὸς ἐν ἀληθείᾳ ὑπάρχων, μὴ τραπεὶς τὴν φύσιν, μὴ ἀλλοιώσας τὴν θεότητα, ὁ γεννηθεὶς ἐν σαρκί, ὁ σαρκωθεὶς Λόγος. ὁ Λόγος σὰρξ γενόμενος, ὁ ἔχων μεταξὺ τοῦ γενόμενος τὸ σάρξ 5. («ὁ Λόγος» γὰρ οὐκ εἶπεν «ὁ γενόμενος», ἀλλὰ μετὰ τὸ εἰπεῖν ὁ Λόγος ἀπαρεμφάτως τίθησι τὸ «σάρξ», μετὰ δὲ τὸ σὰρξ λέγει «ἐγένετο», ἵνα τὸ ἐγένετο ἐκ Μαρίας δοκιμασθῇ, ἵνα ὁ Λόγος ἄνωθεν παρὰ πατρὸς κατελθὼν νοηθῇ), – 6. οὗτος ὁ ἅγιος ὁ ζῶν Λόγος, ὁ πρὸς πατρὸς θεός, «ὁ μεγάλης βουλῆς ἄγγελος», ὁ ἀγγέλλων τὰ τῆς βουλῆς τοῦ πατρός, «<ὁ> πατὴρ τοῦ μέλλοντος αἰῶνος», αὐτὸς εἶπεν «οὐδεὶς οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν οὔτε οἱ ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ»· καὶ γὰρ οὐκ οἴδασιν ὅτι ὁ υἱὸς νοηματικῶς λέγει «εἰ μὴ μόνος ὁ πατήρ». 7. εἰ τοίνυν οἶδεν ὁ υἱὸς τὸν πατέρα, μείζων δὲ ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, καὶ οὐδεὶς ἀμφιβάλλει, πῶς ἄρα ὁ τὸ μεῖζον εἰδὼς τὸ ἧσσον ἀγνοεῖ; οὐδὲ γὰρ οἶδέ τις τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. ὡς γὰρ μέγας ὁ πατήρ, ὅτι οἶδε τὸν υἱόν, οὕτως καὶ ὁ υἱὸς μέγας, ὅτι οἶδε τὸν πατέρα. 8. εἰ οἶδε τοίνυν τὸν πατέρα, τὸ μεῖζον, τὸ μικρὸν πῶς ἀγνοεῖ, τουτέστι τὴν ἡμέραν καὶ τὴν ὥραν; ἐρεύνησον τὰς θείας γραφὰς καὶ μάθε τοῦ ἁγίου πνεύματος τὴν δύναμιν, καὶ αὐτὸ τὸ πνεῦμα τὸ γινῶσκον τὸν πατέρα καὶ τὸν υἱὸν ἀποκαλύψει σοι τὴν τοῦ Λόγου τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἵνα μὴ πλανηθῇς τῆς ἀληθείας καὶ ἀπολέσῃς τὴν σεαυτοῦ ψυχήν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung