• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

22.

1. Ἐξ ἁγίων δὲ ἀγγέλων λείπεται κατὰ δύο τρόπους ἡ τοιαύτη ἀξία. τίμιοι μὲν γάρ εἰσιν, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῦτο κεκτημένοι· λείπεται δὲ αὐτοῖς τοῦτο· οὐ γὰρ οἴδασι τὰ ὡρισμένα πότε γίνεται. ἐπὶ μὲν γὰρ τῇ ἰδίᾳ ἐξουσίᾳ ὁ πατὴρ ἔθετο τοὺς χρόνους. εἰ δὲ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν πατρί, ἄρα οὐ λείπεται ἡ ἐξουσία ἐξ υἱοῦ ἡ ἐν πατρί. 2. λείπεται δὲ ἀπὸ τῶν ἀγγέλων· κτιστοὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι καὶ δυνάμεις, πατὴρ δὲ ἄκτιστος, υἱὸς ἄκτιστος, πνεῦμα θεοῦ ἄκτιστον. 3. οὐκ οἴδασιν οὖν οἱ ἄγγελοι οὔτε κατὰ εἴδησιν οὔτε κατὰ πρᾶξιν τὴν ἡμέραν καὶ τὴν ὥραν. οὐκ οἴδασι γὰρ πότε βούλεται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἐνεγκεῖν τὴν ἡμέραν, καὶ οὐκ οἴδασι κατὰ γνῶσιν πράξεως· οὔπω γὰρ ἐπετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν δίκην ζιζανίων καὶ δῆσαι δεσμὰς δεσμὰς εἰς τὸ καίειν πυρὶ ἀσβέστῳ. 4. οὔπω τοίνυν οὐδὲ ἔπραξαν οὐδὲ οἴδασιν, ὁ δὲ πατὴρ οἶδε καὶ ἔπραξεν· ὁ δὲ υἱὸς οἶδε μέν, οὐδέπω δὲ ἔπραξε. τουτέστιν <τό> «εἰ μὴ ὁ πατὴρ μόνος, οὔτε οἱ ἄγγελοι οὔτε ὁ υἱός». 5. νοήσωμεν τὴν δύναμιν τῆς γραφῆς, ἵνα μὴ γένηται ἡμῖν τὸ γράμμα θάνατος. «τὸ γράμμα», γάρ φησιν «ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ». λάβωμεν τὸ πνεῦμα, ἵνα ὠφεληθῶμεν ἐκ τοῦ γράμματος. οὐ γὰρ τὸ γράμμα ἀποκτένει, ἐν γὰρ τῷ γράμματι ἡ ζωή· ἀποκτένει δὲ τὸν ἀσυνέτως τῷ γράμματι προσερχόμενον καὶ μὴ ἔχοντα τὸ φράζον πνεῦμα, τὸ ἀνοῖγον τὸ γράμμα καὶ ἀποκαλύπτον τὸ ἐν αὐτῷ. 6. οὗτος οὖν ὁ πατὴρ ὁ ἅγιος τὸν μονογενῆ αὐτοῦ υἱὸν γνήσιον, γεγεννημένον ἐξ αὐτοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἔδωκε τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ ἐν μιᾷ γνώσει ὁμονοίας, ἐν ἑνὶ συνδέσμῳ τελειότητος, ὅπως ἐν ὀνόματι πατρὸς τελείου καὶ θεοῦ τὴν σφραγῖδα κομισώμεθα καὶ ἐν ὀνόματι υἱοῦ τελείου καὶ θεοῦ καὶ ἐν ὀνόματι πνεύματος θείου καὶ τελείου λάβωμεν τὴν σφραγῖδα. 7. ὦ τριὰς ἁγία ἀριθμουμένη, τριὰς ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη. οὐ γὰρ λέγεται ἑνὰς καὶ δυὰς οὐδὲ μονὰς καὶ μονάς, ἀλλὰ μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι, μονοειδῶς μονωνύμως εἷς θεός, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung