23.
1. Κάλει δέ μοι μάρτυρας τῆς ἀληθείας, κάλει μοι τοὺς παῖδας τοὺς ἀπὸ τῆς καμίνου τῆς Βαβυλωνίας σωθέντας, τοὺς καταξιωθέντας ἐν πυρὶ καταβληθῆναι, μὴ ἀναλωθῆναι δέ, οὐ σβέσαι τὸ πῦρ, ἵνα μὴ ὑποληφθῶσι καινὰ ἔργα ἀντιμηχανησάμενοι, ἀλλ’ ἐν πυρὶ μὲν εἶναι, ἐν πυρὶ δὲ μὴ ἀναλωθῆναι διὰ τὴν ὀρθὴν πίστιν αὐτῶν, τοῦ θεοῦ δι’ αὐτῶν ἡμᾶς διδάσκοντος, τίνα μέν ἐστι τὰ κτιστὰ τίνα δὲ τὰ ἄκτιστα, τίνα ἐστὶ τὰ ποιητὰ τίνα τὰ μὴ γενόμενα, τίνα τὰ ἀεὶ ὄντα τίνα δὲ τὰ ἐξ αὐτῶν ὄντα, γενόμενα δέ. 2. οἱ τοιοῦτοι σωθέντες παῖδες ἠθέλησαν εὐχάριστον ἀποδεῖξαι γνώμην εἰς τὸν θεὸν τὸν σώσαντα αὐτούς, εἰς ὃν ἀπ’ ἀρχῆς ἤλπισαν καὶ οὐκ ἐδίστασαν καὶ οὐκ ἔκλιναν αὐχένα εἰκόνι καὶ θράσει βασιλέως καὶ τυραννίδι. 3. καὶ ὅτε ἠθέλησάν τι ἀπονεῖμαι θεῷ ἀνερευνήσαντες τὰ βάθη τῷ ἁγίῳ πνεύματι ἐν τῇ καρδίᾳ, ἅγιοι ὄντες, διανοηθέντες τε τὸν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτῷ, τήν τε γῆν καὶ πάντα τὰ ὑπ’ αὐτὴν καὶ πάντα ὅσα ἔστι μὴ ἄξια εἶναι εἰς προσφορὰν θεῷ προσενεχθῆναι (οὔτε γὰρ εἶχον ἐξουσίαν τὰ ὑπὲρ ἑαυτοὺς θεῷ προσφέρειν), 4. καὶ κατὰ τὴν ἀξίαν μὲν καὶ κατὰ τὴν ἐξουσίαν θέλοντες μόνον ὕμνοις ὑμνεῖν τὸν θεόν (τοῦτο γάρ ἐστι τὸ γεγραμμένον «θύσατε θυσίαν αἰνέσεως» καί «θυσία αἰνέσεως δοξάσει με»), ἤδη μεταβαλόντες τὴν παλαιὰν εἰς καινὴν διαθήκην πνεύματι ἁγίῳ ὑπονυττόμενοι, οὐ ζῴων θυσίας οὐδὲ ὁλοκαυτωμάτων χρείαν ἔχοντες (φασὶ γάρ «οὐκ ἔστι τόπος τοῦ καρπῶσαι οὐδὲ θυσία οὐδὲ θυσιαστήριον», ὡς τῶν πάντων περιληφθέντων), 5. βουλόμενοι δὲ τὴν τοιαύτην αἴνεσιν προσφέρειν καὶ ἐάσαντες τὴν ἑαυτῶν σμικρότητα ταπεινοφρόνως φέρονται («πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· μετὰ <γὰρ> τοῦ χαρίσματος τῆς αὐτῶν σωτηρίας λαμβάνουσι καὶ ταύτην τὴν δωρεὰν τῆς ταπεινοφροσύνης) καὶ βούλονται τὸν αἶνον θεῷ προσφέρειν καὶ μὴ ἐκκακεῖν. 6. καὶ ἑαυτοὺς δοκιμάσαντες πρὸς τὴν τοῦ θεοῦ ἄῤῥητον δοξολογίαν ἀξιοῦσι συμπαραλαβεῖν μεθ’ ἑαυτῶν τὴν κτίσιν εἰς δοξολογίαν καὶ ἄρχονται λέγειν συμπεριειληφότες πᾶσαν τὴν ποίησιν.