• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

26.

1. Σεμνοὶ δὲ ἄγγελοι ἐν οὐρανῷ τὸν ἐπινίκιον ὕμνον ᾄδουσι, σὺν Σεραφὶμ καὶ Χερουβὶμ τὴν τριάδα ὁμοδόξως καὶ ὁμοστοίχως καὶ ὁμοουσίως δοξάζοντες καὶ λέγοντες τό «ἅγιος ἅγιος ἅγιος», τρεῖς φωνὰς ἀποτελοῦντες, ἐν ἑνότητι δὲ λέγοντες καὶ οὐ πολυωνύμως. 2. οὐ γὰρ λέγουσιν ἅγιος τέταρτον, ἵνα μὴ προσθῶσι <τι> τῇ τῆς τριάδος ὀνομασίᾳ· οὐ λέγουσι δὶς τὸ ἅγιος. ἵνα μὴ ἐλλιπὴς εἴη ἡ δόξα τῆς τελειότητος, ἀλλὰ τρίς, ἵνα πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῇ αὐτῇ τιμῇ ἁγιάσωσι. 3. καὶ οὐ λέγουσιν ἅγιος καὶ ἡμιάγιος, ἀλλ’ ἴσως λέγουσι τὸ ἅγιος, μιᾷ φωνῇ καὶ ἑνὶ λόγῳ καὶ μιᾷ τελειότητι τριάδα δοξάζοντες ὁμοῦ ἐν ἑνότητι καὶ ἑνότητα ἐν τριάδι. 4. ταύτην γὰρ τὴν γνῶσιν ἦλθεν ὁ μονογενὴς <υἱὸς> τοῦ θεοῦ ἡμᾶς διδάξαι, ταύτην τὴν σύνεσιν ἡμῖν ἐκήρυξε τὸ ἅγιον πνεῦμα, ταύτην τὴν τελειότητα ἀπεκάλυψεν ἡμῖν ὁ πατήρ· ἐν ἀληθείᾳ ταύτην τὴν ζωὴν ἐχαρίσατο ἡμῖν σαρκωθεὶς ὁ Λόγος, ταύτην τὴν οἰκοδομὴν ᾠκοδόμησεν ἡμῖν τὸ ἅγιον πνεῦμα. 5. «εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην» <καὶ τὰ ἑξῆς>. οὐ γὰρ ἔστιν ἄλλος θεμέλιος· «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός», ὁ υἱὸς τοῦ θεοῦ, «οὗ ἐσμεν οἰκοδομή, καὶ οὗ ἐσμεν γεώργιον», «οἰκοδομηθέντες ἐπὶ τὸν θεμέλιον προφητῶν τε καὶ ἀποστόλων», τοῦ εἰδέναι τὴν ἡμῶν οἰκοδομὴν στερεὰν οὖσαν ἐν ἀληθείᾳ καὶ τὸν ἡμῶν θεμέλιον ἀεὶ ὄντα καὶ μὴ ἀρξάμενον τοῦ εἶναι. 6. ἀλλ’ «οὐκ ἐν πᾶσιν ἡ γνῶσις» κατὰ τὸν ἀποστολικὸν λόγον, ἀλλ’ ἐν τοῖς καταξιωθεῖσι πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας εἰδέναι μυστήρια. 7. αὐτὸς γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγεν «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν» καὶ πάλιν ἀλλαχόθι «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω» καὶ πάλιν «εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας» τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν «οὐκ οἴδατε οἵου πνεύματός ἐστε». 8. ἄρα οὖν «ἡ γνῶσις οὐκ ἐν πᾶσι»· «χαρίσματα γὰρ ἔχει ἕκαστος ἐκ θεοῦ διάφορα». καί φησιν ὁ ἅγιος λόγος «ᾧ δίδοται περισσότερον, περισσότερον ἀπαιτήσουσιν αὐτόν», ὡς τινῶν μὲν λαμβανόντων βραχύ, τινῶν δὲ οὐδ’ ὅλως, ἄλλων δὲ περισσοτέρως εἰληφότων.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité